[33] Josephus.

[34] Qy.? even.

[35] See Dugald Stewart’s Outlines of Moral Philosophy, and Paley’s Natural Theology.

[36] See Cuvier Leçons d’Anat. Comp. tom. iii. p. 169, 373, 448, 465, 480. Rees’ Cyclopædia, Art. Man.

Ουκ αιδεισθε τους ἡμερους καρπους αιματι και φονῳ μιγνυοντες; αλλὰ δράκοντας ἀγρίους καλεῖτε καὶ παρδάλεις καἰ λέοντας, αὐτοὶ δὲ μιαιφονεῖτε εἰς ὠμότητα καταλιπόντες ἐκείνοις οὐδέν. Ἐκείνοις μὲν γὰρ ὁ φόνος τροφὴ, ὑμῖν δε ὄψον ἐστίν.

Ὅτι γὰρ οὐκ ἔστιν ἀνθρώπῳ κατὰ φύσιν τὸ σαρκοφαγεῖν, πρῶτον μὲν ἀπὸ τῶν σωμάτων δηλοῦται τῆς κατασκευῆς. Οὐδενὶ γὰρ ἔοικε τὸ ἀνθρώπου σῶμα τῶν ἐπὶ σαρκοφαγίᾳ γεγονότων, οὐ γρυπότης χείλους, οὐκ ὀξύτης ὄνυχοϛ, οὐ τραχύτης ὀδόντων πρόσεστιν, οὐ κοιλίας εὐτονία καὶ πνεύματος θερμότης, τρέψαι καὶ κατεργάσασθαι δυνατὴ τὸ βαρὺ καὶ κρεῶδες. Ἀλλ’ αὐτόθεν ἡ φύσις τῇ λειότητι τῶν ὀδόντων, καὶ τῇ σμικρότητι τοῦ στόματος, καὶ τῇ μαλακότητι τῆς γλώσσης, καὶ τῇ πρὸς πέψιν ἀμβλύτητι τοῦ πνευματος, ἐξόμνυται τὴν σαρκοφαγίαν. Εἰ δὲ λέγεις, πεφυκέναι σεαυτὸν ἐπὶ τοιαύτην ἐδωδὴν, ὅ βούλει φαγεῖν, πρῶτος αὐτὸς ἀπόκτεινον· αλλ’ αὐτὸς, διὰ σεαυτοῦ, μὴ χρησάμενος κοπίδι, μηδὲ τυμπάνῳ τινὶ μηδὲ πελέκει· ἀλλὰ, ὡς λύκοι καὶ ἄρκτοι, καὶ λεόντες αὐτοὶ ὡς ἐσθίουσι φονευούσιν, ἄνελε δήγματι βοῦν, ἢ σώματι σῦν, ἢ ἄρνα ἤ λαγωὸν διάῤῥηξον, καὶ φάγε προσπεσῶν ἔτι ζῶντος ὡς ἐκεῖνα.

Πλουτ. περὶ Σαρκοφαγ. Λογ. β.

[The same passage is quoted in the Notes to Queen Mab (Vol. iii. p. 359-360).]

[37] See Godwin’s Political Justice, Vol. i. p. 449.

[38] See Southey’s History of Brazil, p. 255.