HORATII ODE,
Ille et nefasto te posuit die, &c. Lib. ii. 13.
ἑλληνιστί.
Ὥρᾳ σε κεῖνος θῆκεν ἀποφράδι
Ὁ πρῶτος ὅστις χειρὶ τε βώμακι
Ἔθρεψε, δένδρον, τῆς τε κώμης
Αἴτιον, ἐσσομένων τ' ἔλεγχος.
Κεῖνος τοκῆος θρύψε καὶ αὐχένα,
Κεῖνος γε, φαίην, ἅιματι ξεινίῳ
Μυχώτατον κοιτῶνα ῥαῖνε
Νύκτιος, ἀμφαφάασε κεῖνος
Τὰ δῆτα Κόλχων φάρμακα, καὶ κακοῦ
Πᾶν χρῆμα, δώσας μοὶ ἐπιχώριον
Σε στυγνὸν ἔρνος, δεσπότου σε
Ἔμπεσον ἐς κεφαλὴν ἀεικῶς.
Πάσης μὲν ὥρης πᾶν ἐπικίνδυνον
Τίς οἶδε φεύγειν; δείδιε Βόσφορον
Λιβὺς ὁ πλωτὴν, οὐδ' ἀναίκηρ
Τὴν κρυφίην ἑτέρωθεν ὀκνεῖ.
Πάρθων μάχημον Ῥωμάϊκος φυγὴν,
Καὶ τόξα· Πάρθος Ῥωμαΐκην βίαν,
Καὶ δεσμὰ· λάους ἀλλὰ μοίρας
Βάλλε, βαλεῖ τ' ἀδόκητος ὁρμή.
Σχέδον σχέδον πῶς Περσεφόνης ἴδον
Αὔλην μελαίνην, καὶ κρίσιν Αἰακοῦ,
Καλὴν τ' ἀπόστασιν μακαίρων
Αἰολίαις κινύρην τε χορδαῖς
Σαπφὼ πατρίδος μεμφομένην κόραις,
Ἠχοῦντα καὶ σε πλεῖον ἐπιχρύσῳ,
Ἀλκαῖε, πλήκτρῳ σκληρὰ νῆος,
Σκληρὰ φυγῆς, πολέμου τε σκληρά
Εὐφημέουσαι δ' ἀμφοτέρων σκιαὶ
Κλύουσι θάμβει, τὰς δὲ μαχὰς πλέον,
Ἀναστάτους τε μὲν τυράννους
Ὠμιὰς ἔκπιεν ὦσι λᾶος.
Τί θαῦμ'; ἐκείναις θὴρ ὅτε τρίκρανος
Ἄκην ἀοιδαῖς, οὔατα κάββαλε,
Ἐριννύων θ' ἡδυπαθοῦσι
Βόστρυχες, ἡσυχίων ἐχιδνῶν.
Καὶ δὴ Προμηθεὺς, καὶ Πέλοπος πατὴρ
Εὕδουσιν ἠχεῖ τῷ λαθικήδεϊ·
Ἄγειν λεόντας Ὠρίων δὲ
Οὐ φιλεέι, φοβεράς τε λύγκας.