ὃν ἐξέθρεψα μητρόθεν δεδεγμένη,
καὶ νυκτιπλάγκτον ὀρθίων κελευμάτων
καὶ πολλὰ καὶ μοχθήρ’ ἀνωφέλητ’ ἐμοὶ
τλάσῃ. τὸ μὴ φρονοῦν γὰρ ὡσπερεὶ βοτὸν
τρέφειν ἀνάγκη, πῶς γὰρ οὔ; τρόπῳ φρενός·
οὐ γάρ τι φωνεῖ παῖς ἔτ’ ὢν ἐν σπαργάνοις,
εἰ λιμὸς ἢ δίψη τις, ἢ λιψουρία
ἔχει· νέα δὲ νηδὺς αὐτάρκης τέκνων.
τούτων πρόμαντις οὖσα, πολλὰ δ’, οἴομαι,
ψευσθεῖσα παιδὸς σπαργάνων φαιδρύντρια·