Ἀλλ' ἔστι πάντων ὀνομάτων ἐπώνυμος.
(b) Plato, Sympos.: Φημὶ νεώτατον αὐτὸν εἶναι θεῶν, καὶ ἀεὶ νέον.
(c. d) Plato: Τὸ γὰρ ἐν τοῖς πρεσβυτάτοις εἶναι τῶν θεῶν τίμιον. Τεκμήριον δὲ τούτου·
γονεῖς γὰρ ἔρωτος οὔτ' εἰσὶν, οὔτε λέγονται ὑπ' οὐδενὸς οὔτε ἰδιώτου οὔτε ποιητοῦ.
(e) Oppian. Cyneg. 2:
Γαῖα πέλει σταθερὴ, βελέεσσι δὲ σοῖσι δονεῖται·
Ἄστατος ἔπλετο πόντος, ἀτὰρ σύ γε καὶ τὸν ἔπηξας·
Ἤλυθες εἰς αἰθῆρ', οἶδεν δέ σε μακρὸς Ὄλυμπος.
Δειμαίνει δέ σε πάντα, καὶ οὐρανὸς εὐρὺς ὕπερθε
Γαίης ὅσσα τ' ἔνερθε καὶ ἔθνεα λυγρὰ καμόντων
Οἳ λήθης μὲν ἄφυσσαν ὑπὸ στόμα νηπαθὲς ὕδωρ.