APPENDIX.

I.
HESIOD.

THE original of the English version, given in the beginning of this work, is as follows:—

Νήπιοι, οὐδὲ ἴσασιν, ὀσῳπλέον ἣμισυ Παντός,

Οὐδ’ ὃσον ἐν Μαλάχῃ τε καὶ Ἀσφοδέλῳ μέγ’ ὄνειαρ.

*   *   *   *   *   *   *

Χρύσεον μὲν πρώτιστα γένος μερόπων ἀνθρώπων

Ἀθάνατοι ποίησαν Ὀλύμπια δώματ’ ἔχοντες.

Ὣστε θεοί δ’ ἐζωον ἀκηδέα θυμὸν ἔχοντες,

Νόσφιν ἄτερ τε πόνων καὶ ὀϊζύος· οὐδέ τι δειλὸν

Γῆρας ἐπῆν, αἰεὶ δε πόδας καὶ χεῖρας ὁμοῖοι

Τέρποντ’ ἐν θαλίῃσι κακῶν ἔκτοσθεν ἀπάντων·

Θνῆσκον δ’ ὡς ὑπνῳ δεδμημένοι· ἐσθλὰ δὲ πάντα

Τοῖσιν ἔην· καρπὸν δ’ ἔφερε ζείδωρος Ἄρουρα

Αὐτομάτη, πολλόν τε καὶ ἄφθονον· οἱ δ’ ἐθελημοὶ

Ἣσυχοι εργ’ ἐνέμοντο σὺν ἐσθλοῖσιν πολέεσσιν,

[Ἀφνειοὶ μήλοισι, φίλοι μακάρεσσι θεοῖσι][285]

Αὐτὰρ ἐπειδὴ τοῦτο γένος κατὰ γαῖα κάλυψεν,

Τοὶ μὲν δαίμονες εἰσι Διὸς μεγάλου διὰ βουλὰς

Ἐσθλοί, ἐπιχθόνιοι, φύλακες θνητῶν ἀνθρώπων,[286]

Οἳ ῥα φυλάσσουσιν τε δίκας καὶ σχέτλια ἔργα,

Ἡρα ἑσσάμενοι πάντῃ φοιτῶντες ἐπ’ αῖαν,

Πλαυτοδόται· καὶ τοῦτο γέρας βασιλήϊον ἔσχον.

*   *   *   *   *   *   *

Ζεὺς δὲ Πατὴρ τρίτον ἄλλο γένος μερόπων ἀνθρώπων

Χάλκειον ποίησε *   *

Οὐδέ τι σῖτον

Ἣσθιον, ἀλλ’ ἀδάμαντος ἔχον κρατερόφρονα θυμόν,

Ἄπλητοι· μεγάλη δὲ βίν καὶ χεῖρες ἄαπτοι

Ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν.

Ἔργα καὶ Ἣμεραι (Works and Days), passim.