II.
Extracts from “The Golden Verses” (Χρυσᾶ Ἔπη). An Exposition of Pythagorean Doctrine, of the Third Century, B.C., in Hexameters. (See pages [21], [22].)
κρατεῖν δ’ εἰθίζεο τῶνδε—
Γαστρὸς μὲν πρώτιστα, καὶ ὑπνοῦ, λαγνείης τε,
Καὶ θυμοῦ· πρήξεις δ’ αἰσχρόν ποτε μήτε μετ’αλλοῦ
Μήτ’ ἰδίῃ· πάντων δε μαλίστ’ αἰσχύνεο σαυτόν.
Εἶτα Δικαιοσύνην ἀσκεῖν ἐργῳ τε λόγῳ τε.
Μηδ’ ἀλογίστως σαυτὸν ἐχειν περὶ μηδὲν ἔθιζε·
Αλλα γνῶθε μὲν ὡς θανέειν πέπρωται ἃπασι.
* * * * * * *
Μηδεὶς μήτε λόγῳ σε παρείπῃ, μήτε τι ἔργῳ,
Πρήξαι μήτ’ εἰπείν ὃ τι τοι μὴ βέλτερον ἔστι·
Εἰθίζου δε διαίταν ἔχειν καθάρειον, ἄθρυπτον.
* * * * * * *
Μηδ’ ὓπνον μαλακοῖσιν ἐπ’ ὄμμασι προσδέξασθαι
Πρὶν τῶν ἡμερινῶν ἔργων τρὶς ἓκαστον ἐπελθεῖν—
Πῆ παρέβην· Τί δ’ ἔρεξα· Τί μοι δέον ουκ ἐτελέσθη·—
Ἀρξάμενος δ’ ἀπὸ πρώτου ἐπέξιθι καὶ μετεπείτα
Δειλὰ μὲν ἐκπρήξας, ἐπεπλήσσεο· Χρηστὰ δε τέρπνου.
Ταῦτα πόνει, ταῦτ’ ἐκμελέτα· τούτων χρὴ ἐρᾷν.
Ταῦτα σε τῆς θείης Ἀρετῆς εἰς ἴχνια θήσει·
Ναὶ μὰ Τὸν ἁμετέρᾳ ψυχᾷ Παραδόντα Τετρακτύν,
Παγὰν ἀενάον Ψύσεως * * *
Τούτων δε κρατήσας
Γνώσῃ ἀθανάτων τε Θεῶν, θνητῶν τ’ ἀνθρώπων
Σύστασιν, ῇτε ἓκαστα διέρχεται, ῇτε κπατεῖται.
Γνώσῃ δ’ ᾖ θέμις ἐστὶ, Φύσω περὶ παντὸς ὁμοίην
Ὦστε σε μήτε ἄελπτ’ ἐλπιζειν, μήτε τι λήθειν.
Γνώσῃ δ’ ἀνθρώπους αὐθαίρετα πήματ’ ἔχοντας
Τλήμονες, οἳ τ’ ἀγαθῶν πέλας ὄντων οὐκ ἐσοπῶσιν
Οὔτε κλύουσι· λύσιν δὲ Κακῶν παῦποι συνίσασι.
Ζεῦ Πάτερ, ἦ πολλῶν κε κακῶν λύσειας ἃπαντας,
Εἰ πᾶσιν δείξαις οἳω τῷ δαίμονι χρῶνται.
Ἄλλα σὺ θάρσει, ἐπεὶ θεῖον γένος ἐστὶ βροτοῖσιν,
Οἷς ἱερα προφέπουσα Φύσις δείκνυσιν ἒκαστα
Ὧν εἰ σοί μέτεστι, κρατήσεις ὧν σε κελεύω
Ἐξακέσας, ψυχὴν δὲ πόνην ἀπὸ τῶνδε σαώσεις.
Ἀλλ’ εἴργου βρωτῶν ὧν εἴπομεν, ἔν τε καθάρμοις,
Ἐν τε λύσει ψυχῆς κρίνην, καὶ φράζευ ἓκαστα,
Ἡνίοχον γνώμην στήσας καθύπερθεν ἀρίστην·
Ἠν δ’ ἀπολείψας σῶμα ἐς αἰθερ’ ἐλεύθερον ἔλθης,
Ἔσσεαι ἀθάνατος, θεὸς, ἀμβρότος, οὐκ ἔτι θνητός.[287]