Τούς τε γονεῖς τίμα, τούς τ’ ἄγχιστ’ ἐκγεγαῶτας.
Τῶν δ’ ἄλλων ἀρετῃ ποιεῦ φίλον ὅστις ἄριστος.
Πρᾳέσι δ’ εἶκε λόγοις, ἔργοισί τ’ ἐπωφελίμοισι.
Μὴδ’ ἔχθαιρε φίλον σὸν ἁμαρτάδος εἵνεκα μικρῆς,
Ὄφρα δύνῃ δύναμις γὰρ ἀνάγκης ἐγγύθι ναίει.
Ταῦτα μὲν οὕτως ἴσθι. κρατεῖν δ’ εἰθίζεο τῶνδε·
Γαστρὸς μὲν πρώπιστα, καὶ ὕπνου, λαγνείης τε,
Καὶ θυμοῦ. Πρήξεις δ’ αἰσχρόν ποτε μήτε μετ’ ἄλλου,
Μὴτ’ ἰδίῃ. Πάντων δὲ μάλιστα αἰσχύνεο σαυτόν.
Εἶτα δικαιοσύνην ἀσκεῖν ἔργῳ τε, λόγῳ τε.