εἰ μή, ναὶ τόξοις μὴ βάλλετέ μ’, ἀλλὰ κεραυνοῖς·
ναὶ πάντως τέφρην θέσθε με κἀνθρακίην.
ναί, ναί, βάλλετ’ Ἔρωτες· ἐνεσκληκὼς γὰρ ἀνίαις,
ὀξύτερον τούτων εἴ γ’ ἔτι, βούλομ’ ἔχειν.
or another—perhaps the most beautiful of all his poems that we know—so like, and yet so utterly unlike, the elegies of Mimnermus:—
πῖν’, Ἀσκληπιάδη· τί τὰ δάκρυα ταῦτα; τί πάσχεις;
οὐ σὲ μόνον χαλεπὴ Κύπρις ἐληΐσατο,
οὐδ’ ἐπὶ σοὶ μούνῳ κατεθήξατο τόξα καὶ ἰοὺς
πικρὸς Ἔρως· τί ζῶν ἐν σποδιῇ τίθεσαι;
πίνωμεν Βάκχου ζωρὸν πόμα· δάκτυλος ἀώς·