(“That breathe and move upon the earth,”)

καὶ τοῦ εἶναι καὶ λογικῆς ψυχῆς καὶ νοῦ μετείληφεν, οὐχ ἥκιστα δὲ τῶν ἄλλων ἁπάντων ἐμαυτῷ· καὶ γάρ εἰμι τοῦ βασιλέως ὀπαδὸς Ἡλίου. [C] τούτου δὲ ἔχω μὲν οἴκοι παρ᾽ ἐμαυτῷ τὰς πίστεις ἀκριβεστέρας· ὃ δέ μοι θέμις εἰπεῖν καὶ ἀνεμέσητον, ἐντέτηκέ μοι δεινὸς ἐκ παίδων τῶν αὐγῶν τοῦ θεοῦ πόθος, καὶ πρὸς τὸ φῶς οὕτω δὴ τὸ αἰθέριον ἐκ παιδαρίου κομιδῇ τὴν διάνοιαν ἐξιστάμην, ὥστε οὐκ εἰς αὐτὸν μόνον ἀτενὲς ὁρᾶν ἐπεθύμουν, ἀλλὰ καί, εἴ ποτε νύκτωρ ἀνεφέλου καὶ καθαρᾶς αἰθρίας οὔσης προέλθοιμι, [D] πάντα ἀθρόως ἀφεὶς τοῖς οὐρανίοις προσεῖχον κάλλεσιν, οὐκέτι ξυνιεὶς οὐδὲν εἴ τις λέγοι τι πρός με οὐδὲ αὐτὸς ὅ τι πράττοιμι προσέχων. ἐδόκουν τε περιεργότερον ἔχειν πρὸς αὐτὰ καὶ πολυπράγμων τις εἶναι, καί [pg 354] μέ τις ἤδη [131] ἀστρόμαντιν ὑπέλαβεν ἄρτι γενειήτην. καίτοι μὰ τοὺς θεοὺς οὔποτε τοιαύτη βίβλος εἰς ἐμὰς ἀφῖκτο χεῖρας, οὐδὲ ἠπιστάμην ὅ τί ποτέ ἐστι τὸ χρῆμά πω τότε.[614] ἀλλὰ τί ταῦτα ἐγώ φημι, μείζω ἔχων εἰπεῖν, εἰ φράσαιμι ὅπως ἐφρόνουν τὸ τηνικαῦτα περὶ θεῶν; λήθη δὲ ἔστω τοῦ σκότους ἐκείνου. τοῦ[615] δὲ ὅτι με τὸ οὐράνιον πάντη περιήστραπτε φῶς ἤγειρέ τε καὶ παρώξυνεν ἐπὶ τὴν θέαν, ὥστε ἤδη καὶ τῆς σελήνης τὴν ἐναντίαν πρὸς τὸ πᾶν αὐτὸς ἀπ᾽ ἐμαυτοῦ κίνησιν ξυνεῖδον, [B] οὐδενί πω ξυντυχὼν τῶν τὰ τοιαῦτα φιλοσοφούντων, ἔστω μοι τὰ ῥηθέντα σημεῖα. ζηλῶ μὲν οὖν ἔγωγε τῆς εὐποτμίας καὶ εἴ τῳ τὸ σῶμα παρέσχε θεὸς ἐξ ἱεροῦ καὶ προφητικοῦ συμπαγὲν σπέρματος ἀναλαβόντι σοφίας ἀνοῖξαι θησαυρούς· οὐκ ἀτιμάζω δὲ ταύτην, ἧς ἠξιώθην αὐτὸς παρὰ τοῦ θεοῦ τοῦδε μερίδος, ἐν τῷ κρατοῦντι καὶ βασιλεύοντι τῆς γῆς γένει τοῖς κατ᾽ ἐμαυτὸν χρόνοις γενόμενος, [C] ἀλλ᾽ ἡγοῦμαι,[616] εἴπερ χρὴ πείθεσθαι τοῖς σοφοῖς, ἁπάντων ἀνθρώπων εἶναι τοῦτον κοινὸν πατέρα. λέγεται γὰρ ὀρθῶς ἄνθρωπος ἄνθροπων γεννᾶν καὶ ἥλιος,[617] ψυχὰς οὐκ ἀφ᾽ ἑαυτοῦ μόνον, ἀλλὰ καὶ παρὰ τῶν ἄλλων θεῶν σπείρων[618] εἰς γῆν,[619] ἐφ᾽ ὅ τι δὲ χρῆμα δηλοῦσιν [pg 356] αὗται τοῖς βίοις, οὗς προαιροῦνται. κάλλιστον μὲν οὖν, εἴ τῳ ξυνηνέχθη καὶ πρὸ τριγονίας ἀπὸ πολλῶν πάνυ προπατόρων ἐφεξῆς τῷ θεῷ δουλεῦσαι, μεμπτὸν δὲ οὐδὲ ὅστις, [D] ἐπεγνωκὼς ἑαυτὸν τοῦ θεοῦ τοῦδε θεράποντα φύσει, μόνος ἐξ ἁπάντων ἢ ξὺν ὀλίγοις αὑτὸν ἐπιδίδωσι τῇ θεραπείᾳ τοῦ δεσπότου.

(and have a share in existence and a reasoning soul[620] and intelligence, but above all others it is of importance to myself. For I am a follower of King Helios. And of this fact I possess within me, known to myself alone, proofs more certain that I can give.[621] But this at least I am permitted to say without sacrilege, that from my childhood an extraordinary longing for the rays of the god penetrated deep into my soul; and from my earliest years my mind was so completely swayed by the light that illumines the heavens that not only did I desire to gaze intently at the sun, but whenever I walked abroad in the night season, when the firmament was clear and cloudless, I abandoned all else without exception and gave myself up to the beauties of the heavens; nor did I understand what anyone might say to me, nor heed what I was doing myself. I was considered to be over-curious about these matters and to pay too much attention to them, and people went so far as to regard me as an astrologer when my beard had only just begun to grow. And yet, I call heaven to witness, never had a book on this subject come into my hands; nor did I as yet even know what that science was. But why do I mention this, when I have more important things to tell, if I should relate how, in those days, I thought about the gods? However let that darkness[622] be buried in oblivion. But let what I have said bear witness to this fact, that the heavenly light shone all about me, and that it roused and urged me on to its contemplation, so that even then I recognised of myself that the movement of the moon was in the opposite direction to the universe, though as yet I had met no one of those who are wise in these matters. Now for my part I envy the good fortune of any man to whom the god has granted to inherit a body built of the seed of holy and inspired ancestors, so that he can unlock the treasures of wisdom; nor do I despise that lot with which I was myself endowed by the god Helios, that I should be born of a house that rules and governs the world in my time; but further, I regard this god, if we may believe the wise, as the common father of all mankind.[623] For it is said with truth that man and the sun together beget man, and that the god sows this earth with souls which proceed not from himself alone but from the other gods also; and for what purpose, the souls reveal by the kind of lives that they select. Now far the best thing is when anyone has the fortune to have inherited the service of the god, even before the third generation, from a long and unbroken line of ancestors; yet it is not a thing to be disparaged when anyone, recognising that he is by nature intended to be the servant of Helios, either alone of all men, or in company with but few, devotes himself to the service of his master.)

Φέρε οὖν, ὅπως ἂν οἷοί τε ὦμεν, ὑμνήσωμεν αὐτοῦ τὴν ἑορτήν, ἣν ἡ βασιλεύουσα πόλις ἐπετησίοις ἀγάλλει θυσίαις. ἔστι μὲν οὖν, εὖ οἶδα, χαλεπὸν καὶ τὸ ξυνεῖναι περὶ αὐτοῦ μόνον, ὁπόσος τίς ἐστιν ὁ ἀφανὴς [132] ἐκ τοῦ φανεροῦ λογισαμένῳ, φράσαι δὲ ἴσως ἀδύνατον, εἰ καὶ τῆς ἀξίας ἔλαττον ἐθελήσειέ τις. ἐφικέσθαι μὲν γὰρ τοῦ πρὸς ἀξίαν εὖ οἶδα ὅτι τῶν ἁπάντων οὐδεὶς ἂν δύναιτο, τοῦ μετρίου δὲ μὴ διαμαρτεῖν ἐν τοῖς ἐπαίνοις τὸ κεφάλαιόν ἐστι τῆς ἀνθρωπίνης ἐν τῷ δύνασθαι φράζειν δυνάμεως. ἀλλ᾽ ἔμοιγε τούτου παρασταίη βοηθὸς ὅ τε λόγιος[624] Ἑρμῆς ξὺν ταῖς Μούσαις ὅ τε Μουσηγέτης Ἀπόλλων,[625] [B] ἐπεὶ καὶ αὐτῷ προσήκει τῶν λόγων, καὶ δοῖεν δὲ εἰπεῖν ὁπόσα τοῖς θεοῖς φίλα λέγεσθαί τε καὶ πιστεύεσθαι περὶ αὐτῶν. τίς οὖν ὁ τρόπος ἔσται τῶν ἐπαίνων; ἢ δῆλον ὅτι περὶ τῆς οὐσίας αὐτοῦ καὶ ὅθεν προῆλθε καὶ τῶν δυνάμεων καὶ τῶν ἐνεργειῶν διελθόντες, ὁπόσαι φανεραὶ ὅσαι τ᾽ ἀφανεῖς, καὶ περὶ τῆς τῶν ἀγαθῶν δόσεως, ἣν κατὰ πάντας ποιεῖται τοὺς κόσμους, οὐ παντάπασιν [pg 358] ἀπᾴδοντα ποιησόμεθα τῷ θεῷ τὰ ἐγκώμια; [C] ἀρκτέον δὲ ἐνθένδε.

(Come then, let me celebrate, as best I may, his festival which the Imperial city[626] adorns with annual sacrifices.[627] Now it is hard, as I well know, merely to comprehend how great is the Invisible, if one judge by his visible self,[628] and to tell it is perhaps impossible, even though one should consent to fall short of what is his due. For well I know that no one in the world could attain to a description that would be worthy of him, and not to fail of a certain measure of success in his praises is the greatest height to which human beings can attain in the power of utterance. But as for me, may Hermes, the god of eloquence, stand by my side to aid me, and the Muses also and Apollo, the leader of the Muses, since he too has oratory for his province, and may they grant that I utter only what the gods approve that men should say and believe about them. What, then, shall be the manner of my praise? Or is it not evident that if I describe his substance and his origin, and his powers and energies, both visible and invisible, and the gift of blessings which he bestows throughout all the worlds,[629] I shall compose an encomium not wholly displeasing to the god? With these, then, let me begin.)

Ὁ θεῖος οὗτος καὶ πάγκαλος κόσμος ἀπ᾽ ἄκρας ἁψῖδος οὐρανοῦ μέχρι γῆς ἐσχάτης ὑπὸ τῆς ἀλύτου συνεχόμενος τοῦ θεοῦ προνοίας ἐξ ἀιδίου γέγονεν ἀγέννητος[630] ἔς τε τὸν ἐπίλοιπον χρόνον ἀίδιος, οὐχ ὑπ᾽ ἄλλου του φρουρούμενος ἢ προσεχῶς μὲν ὑπὸ τοῦ πέμπτου σώματος, οὗ τὸ κεφάλαιόν ἐστιν ἀκτὶς ἀελίου,[631] βαθμῷ δὲ ὥσπερ δευτέρῳ τοῦ νοητοῦ κόσμου, πρεσβυτέρως δὲ ἔτι διὰ τὸν πάντων βασιλέα, περὶ ὃν πάντα ἐστίν. [D] οὗτος τοίνυν, εἴτε τὸ ἐπέκεινα τοῦ νοῦ καλεῖν αὐτὸν θέμις εἴτε ἰδέαν τῶν ὄντων, ὃ δή φημι τὸ νοητὸν ξύμπαν, εἴτε ἕν, ἐπειδὴ πάντων τὸ ἓν δοκεῖ πως πρεσβύτατον, εἴτε ὃ Πλάτων εἴωθεν ὀνομάζειν τἀγαθόν, αὕτη δὴ οὖν ἡ μονοειδὴς τῶν ὅλων αἰτία, πᾶσι τοῖς οὖσιν ἐξηγουμένη κάλλους τε καὶ τελειότητος ἑνώσεώς τε καὶ δυνάμεως ἀμηχάνου, κατὰ τὴν ἐν αὐτῇ μένουσαν πρωτουργὸν οὐσίαν μέσον ἐκ μέσων τῶν νοερῶν [133] καὶ δημιουργικῶν αἰτιῶν Ἥλιον θεὸν μέγιστον ἀνέφηνεν ἐξ ἑαυτοῦ πάντα ὅμοιον ἑαυτῷ· καθάπερ καὶ ὁ δαιμόνιος οἴεται Πλάτων, “Τοῦτον τοίνυν,” λέγων, “ἦν δ᾽ ἐγώ, φάναι με λέγειν τὸν τοῦ [pg 360] ἀγαθοῦ ἔκγονον, ὃν τἀγαθὸν ἐγέννησεν ἀνάλογον ἑαυτῷ, ὅτιπερ αὐτὸ ἐν τῷ νοητῷ τόπῳ πρός τε νοῦν καὶ τὰ νοούμενα, τοῦτο τοῦτον ἐν τῷ ὁρατῷ πρός τε ὄψιν καὶ τὰ ὁρώμενα.”[632] ἔχει μὲν δὴ τὸ φῶς αὐτοῦ ταύτην οἶμαι τὴν ἀναλογίαν πρὸς τὸ ὁρατόν, ἥνπερ πρὸς τὸ νοητὸν ἁλήθεια.[633] αὐτὸς δὲ ὁ ξύμπας, ἅτε δὴ τοῦ πρώτου [B] καὶ μεγίστου τῆς ἐδέας τἀγαθοῦ γεγονὼς ἔκγονος, ὑποστὰς αὐτοῦ περὶ τὴν μόνιμον οὐσίαν ἐξ ἀιδίου καὶ τὴν ἐν τοῖς νοεροῖς θεοῖς παρεδέξατο δυναστείαν, ὧν τἀγαθόν ἐστι τοῖς νοητοῖς αἴτιον, ταῦτα αὐτὸς τοῖς νοεροῖς νέμων. ἔστι δ᾽ αἴτιον οἶμαι τἀγαθὸν τοῖς νοητοῖς θεοῖς κάλλους, οὐσίας, τελειότητος, ἑνώσεως, συνέχον αὐτὰ καὶ περιλάμπον ἀγαθοειδεῖ δυνάμει· ταῦτα δὴ καὶ τοῖς νοεροῖς [C] Ἥλιος δίδωσιν, ἄρχειν καὶ βασιλεύειν αὐτῶν ὑπὸ τἀγαθοῦ τεταγμένος, εἰ καὶ συμπροῆλθον αὐτῷ καὶ συνυπέστησαν, ὅπως οἶαμι καὶ τοῖς νοεροῖς θεοῖς ἀγαθοειδὴς αἰτία προκαθηγουμένη τῶν ἀγαθῶν πᾶσιν ἅπαντα κατὰ νοῦν εὐθύνῃ.

(This divine and wholly beautiful universe, from the highest vault of heaven to the lowest limit of the earth, is held together by the continuous providence of the god, has existed from eternity ungenerated, is imperishable for all time to come, and is guarded immediately by nothing else than the Fifth Substance[634] whose culmination is the beams of the sun; and in the second and higher degree, so to speak, by the intelligible world; but in a still loftier sense it is guarded by the King of the whole universe, who is the centre of all things that exist. He, therefore, whether it is right to call him the Supra-Intelligible, or the Idea of Being, and by Being I mean the whole intelligible region, or the One, since the One seems somehow to be prior to all the rest, or, to use Plato's name for him, the Good; at any rate this uncompounded cause of the whole reveals to all existence beauty, and perfection, and oneness, and irresistible power; and in virtue of the primal creative substance that abides in it, produced, as middle among the middle and intellectual, creative causes, Helios the most mighty god, proceeding from itself and in all things like unto itself. Even so the divine Plato believed, when he writes, “Therefore (said I) when I spoke of this, understand that I meant the offspring of the Good which the Good begat in his own likeness, and that what the Good is in relation to pure reason and its objects in the intelligible world, such is the sun in the visible world in relation to sight and its objects.” Accordingly his light has the same relation to the visible world as truth has to the intelligible world. And he himself as a whole, since he is the son of what is first and greatest, namely, the Idea of the Good, and subsists from eternity in the region of its abiding substance, has received also the dominion among the intellectual gods, and himself dispenses to the intellectual gods those things of which the Good is the cause for the intelligible gods. Now the Good is, I suppose, the cause for the intelligible gods of beauty, existence, perfection, and oneness, connecting these and illuminating them with a power that works for good. These accordingly Helios bestows on the intellectual gods also, since he has been appointed by the Good to rule and govern them, even though they came forth and came into being together with him, and this was, I suppose, in order that the cause which resembles the Good may guide the intellectual gods to blessings for them all, and may regulate all things according to pure reason.)

Ἀλλὰ καὶ τρίτος ὁ φαινόμενος οὑτοσί δίσκος ἐναργῶς αἴτιός ἐστι τοῖς αἰσθητοῖς τῆς σωτηρίας, καὶ ὅσων ἔφαμεν τοῖς νοεροῖς θεοῖς τὸν μέγαν [pg 362] Ἥλιον, τοσούτων αἴτιος[635] καὶ ὁ φαινόμενος ὅδε τοῖς φανεροῖς. τούτων δ᾽ ἐναργεῖς αἱ πίστεις ἐκ τῶν φαινομένων [D] τὰ ἀφανῆ σκοποῦντι.[636] φέρε δὴ πρῶτον αὐτὸ τὸ φῶς οὐκ εἶδός ἐστιν ἀσώματόν τι θεῖον τοῦ κατ᾽ ἐνέργειαν διαφανοῦς; αὐτὸ δὲ ὅ, τί ποτέ ἐστι τὸ διαφανές, πᾶσι μὲν ὡς ἔπος εἰπεῖν συνυποκείμενον τοῖς στοιχείοις καὶ ὂν αὐτῶν προσεχὲς εἶδος, οὐ σωματοειδὲς οὐδὲ συμμιγνύμενον οὐδὲ τὰς οἰκείας σώματι προσιέμενον ποιότητας. οὔκουν ἰδίαν αὐτοῦ θέρμην ἐρεῖς,[637] οὐ τὴν ἐναντίαν αὐτῇ ψυχρότητα, οὐ τὸ σκληρόν, οὐ τὸ μαλακὸν ἀποδώσεις, [134] οὐδ᾽ ἄλλην τινὰ τῶν κατὰ τὴν ἁφὴν διαφορῶν, οὔκουν οὐδὲ γεῦσιν οὐδὲ ὀδμήν, ὄψει δὲ μόνον ὑποπίπτει πρὸς ἐνέργειαν ὑπὸ τοῦ φωτὸς ἡ τοιαύτη φύσις ἀγομένη. τὸ δὲ φῶς εἶδός ἐστι ταύτης οἷον ὕλης ὑπεστρωμένης καὶ παρεκτεινομένης τοῖς σώμασιν. αὐτοῦ δὲ τοῦ φωτὸς ὄντος ἀσωμάτου ἀκρότης ἂν εἴη τις καὶ ὥσπερ ἄνθος ἀκτῖνες. ἡ μὲν οὖν τῶν Φοινίκων δόξα, σοφῶν τὰ θεῖα καὶ ἐπιστημόνων, ἄχραντον εἶναι ἐνέργειαν αὐτοῦ τοῦ καθαροῦ [B] νοῦ τὴν ἁπανταχῇ προϊοῦσαν αὐγὴν ἔφη· οὐκ ἀπᾴδει δὲ οὐδὲ ὁ λόγος, εἴπερ αὐτὸ τὸ φῶς ἀσώματον, εἴ τις αὐτοῦ μηδὲ τὴν πηγὴν ὑπολάβοι σῶμα, νοῦ δὲ ἐνέργειαν ἄχραντον εἰς τὴν οἰκείαν ἕδραν ἐλλαμπομένην, ἣ [pg 364] τοῦ παντὸς οὐρανοῦ τὸ μέσον εἴληχεν, ὅθεν ἐπιλάμπουσα πάσης μὲν εὐτονίας πληροῖ τοὺς οὐρανίους κύκλους, πάντα δὲ περιλάμπει θείῳ καὶ ἀχράντῳ φωτί. τὰ μέντοι ἐν τοῖς θεοῖς ἔργα προϊόντα παρ᾽ αὐτοῦ μετρίως γε[638] ἡμῖν ὀλίγῳ πρότερον εἴρηται[639] καὶ ῥηθήσεται μετ᾽ ὀλίγον. [C] ὄσα δὲ ὁρῶμεν αὐτῇ πρῶτον ὄψει ὄνομα μόνον ἐστὶν ἔργου τητώμενον, εἰ μὴ προσλάβοι τὴν τοῦ φωτὸς ἡγεμονικὴν βοήθειαν. ὁρατὸν δὲ ὅλως εἴη ἂν τί μὴ φωτὶ πρῶτον ὥσπερ ὕλη τεχνίτῃ προσαχθέν, ἵν᾽ οἶμαι τὸ εἶδος δέξηται; καὶ γὰρ τὸ χρυσίον ἁπλῶς οὑτωσὶ κεχυμένον ἔστι μὲν χρυσίον, οὐ μὴν ἄγαλμα οὐδὲ εἰκών, πρὶν ἂν ὁ τεχνίτης αὐτῷ περιθῇ τὴν μορφήν. οὐκοῦν καὶ ὅσα πέφυκεν ὁρᾶσθαι μὴ ξὺν [D] φωτὶ τοῖς ὁρῶσι προσαγόμενα τοῦ ὁρατὰ εἶναι παντάπασιν ἐστέρηται. διδοὺς οὖν τοῖς τε ὁρῶσι τὸ ὁρᾶν τοῖς τε ὁρωμένοις τὸ ὁρᾶσθαι δύο φύσεις ἐνεργείᾳ μιᾷ τελειοῖ, ὄψιν καὶ ὁρατόν· αἱ δὲ τελειότητες εἴδη τέ εἰσι καὶ οὐσία.

(But this visible disc also, third[640] in rank, is clearly, for the objects of sense-perception the cause of preservation, and this visible Helios[641] is the cause for the visible gods[642] of just as many blessings as we said mighty Helios bestows on the intellectual gods. And of this there are clear proofs for one who studies the unseen world in the light of things seen. For in the first place, is not light itself a sort of incorporeal and divine form of the transparent in a state of activity? And as for the transparent itself, whatever it is, since it is the underlying basis, so to speak, of all the elements, and is a form peculiarly belonging to them, it is not like the corporeal or compounded, nor does it admit qualities peculiar to corporeal substance.[643] You will not therefore say that heat is a property of the transparent, or its opposite cold, nor will you assign to it hardness or softness or any other of the various attributes connected with touch or taste or smell; but a nature of this sort is obvious to sight alone, since it is brought into activity by light. And light is a form of this substance, so to speak, which is the substratum of and coextensive with the heavenly bodies. And of light, itself incorporeal, the culmination and flower, so to speak, is the sun's rays. Now the doctrine of the Phoenicians, who were wise and learned in sacred lore, declared that the rays of light everywhere diffused are the undefiled incarnation of pure mind. And in harmony with this is our theory, seeing that light itself is incorporeal, if one should regard its fountainhead, not as corporeal, but as the undefiled activity of mind[644] pouring light into its own abode: and this is assigned to the middle of the whole firmament, whence it sheds its rays and fills the heavenly spheres with vigour of every kind and illumines all things with light divine and undefiled. Now the activities proceeding from it and exercised among the gods have been, in some measure at least, described by me a little earlier and will shortly be further spoken of. But all that we see merely with the sight at first is a name only, deprived of activity, unless we add thereto the guidance and aid of light. For what, speaking generally, could be seen, were it not first brought into touch with light in order that, I suppose, it may receive a form, as matter is brought under the hand of a craftsman? And indeed molten gold in the rough is simply gold, and not yet a statue or an image, until the craftsman give it its proper shape. So too all the objects of sight, unless they are brought under the eyes of the beholder together with light, are altogether deprived of visibility. Accordingly by giving the power of sight to those who see, and the power of being seen to the objects of sight, it brings to perfection, by means of a single activity, two faculties, namely vision and visibility.[645] And in forms and substance are expressed its perfecting powers.)

Ἀλλὰ τοῦτο μὲν ἴσως λεπτότερον· ᾧ δὲ παρακολουθοῦμεν ξύμπαντες, ἀμαθεῖς καὶ ἰδιῶται, φιλόσοφοι καὶ λόγιοι, τίνα ἐν τῷ παντὶ δύναμιν ἀνίσχων ἔχει καὶ καταδυόμενος ὁ θεός; νύκτα καὶ ἡμέραν ἐργάζεται καὶ μεθίστησι φανερῶς καὶ τρέπει τὸ πᾶν. [135] καίτοι τίνι τοῦτο [pg 366] τῶν ἄλλων ἀστέρων ὑπάρχει; πῶς οὖν οὐκ ἐκ τούτων ἤδη καὶ περὶ τῶν θειοτέρων πιστεύομεν, ὡς ἄρα καὶ τὰ ὑπὲρ τὸν οὐρανὸν ἀφανῆ καὶ θεῖα νοερῶν θεῶν γένη τῆς ἀγαθοειδοῦς ἀποπληροῦται παρ᾽ αὐτοῦ δυνάμεως, ᾧ πᾶς μὲν ὑπείκει χορὸς ἀστέρων, ἕπεται δὲ ἡ γένεσις ὑπὸ τῆς τούτου κυβερνωμένη προμηθείας; [B] οἱ μὲν γὰρ πλάνητες[646] ὅτι περὶ αὐτὸν ὥσπερ βασιλέα χορεύοντες ἔν τισιν ὡρισμένοις πρὸς αὐτὸν διαστήμασιν ἁρμοδιώτατα φέρονται κύκλῳ, στηριγμούς τινας ποιούμενοι καὶ πρόσω καὶ ὀπίσω πορείαν, ὡς οἱ τῆς σφαιρικῆς ἐπιστήμονες θεωρίας ὀνομάζουσι τὰ περὶ αὐτοὺς φαινόμενα, καὶ ὡς τὸ τῆς σελήνης αὔξεται καὶ λήγει φῶς, πρὸς τὴν ἀπόστασιν ἡλίου πάσχον, πᾶσί που δῆλον. πῶς οὖν οὐκ εἰκότως καὶ τὴν πρεσβυτέραν τῶν σωμάτων ἐν τοῖς νοεροῖς [C] θεοῖς διακόσμησιν ὑπολαμβάνομεν ἀνάλογον ἔχειν τῇ τοιαύτῃ τάξει;