Τί οὖν εἶναί φαμεν, ὡς ἐν κεφαλαίῳ; κατανοήσαντες ἄχρι τοῦ πέμπτου σώματος οὐ τὸ νοητὸν μόνον, ἀλλὰ καὶ τὰ φαινόμενα ταῦτα σώματα τῆς ἀπαθοῦς ὄντα καὶ θείας μερίδος, ἄχρι τούτου θεοὺς ἐνόμισαν ἀκραιφνεῖς εἶναι· τῇ γονίμῳ δὲ τῶν θεῶν οὐσίᾳ τῶν τῇδε παρυποστάντων, ἐξ ἀιδίου συμπροελθούσης τῆς ὕλης τοῖς θεοῖς, [D] παρ᾽ αὐτῶν δὲ καὶ δι᾽ αὐτῶν διὰ τὸ ὑπέρπληρες αὐτῶν τῆς γονίμου καὶ δημιουργικῆς αἰτίας ἡ των ὄντων προμήθεια συνουσιωμένη τοῖς θεοῖς ἐξ ἀιδίου, καὶ σύνθωκος μὲν οὖσα τῷ βασιλεῖ Διί, πηγὴ δὲ τῶν νοερῶν θεῶν, καὶ τὸ δοκοῦν ἄζωον καὶ ἄγονον καὶ σκύβαλον καὶ τῶν ὄντων, οἷον ἂν εἴποι τις, ἀποκάθαρμα καὶ τρύγα καὶ ὑποσταθμὴν διὰ τῆς τελευταίας αἰτίας[857] τῶν θεῶν, εἰς ἣν αἱ πάντων οὐσίαι τῶν θεῶν ἀποτελευτῶσιν, ἐκόσμησέ τε καὶ διωρθώσατο καὶ πρὸς τὸ κρεῖττον μετέστησεν.

(What shall I say now by way of summary? Because men observed that, as far as the fifth substance, not only the intelligible world but also the visible bodies of our world must be classed as unaffected by externals and divine, they believed that, as far as the fifth substance, the gods are uncompounded. And when by means of that generative substance the visible gods came into being, and, from everlasting, matter was produced along with those gods, from them and through their agency, by reason of the superabundance in them of the generative and creative principle; then the Providence of the world, she who from everlasting is of the same essential nature as the gods, she who is enthroned by the side of King Zeus, and moreover is the source of the intellectual gods, set in order and corrected and changed for the better all that seemed lifeless and barren, the refuse and so to speak offscourings of things, their dregs and sediment: and this she did by means of the last cause[858] derived from the gods, in which the substances of all the gods come to an end.)

[171] Ὁ γὰρ Ἄττις οὗτος ἔχων τὴν κατάστικτον τοῖς ἄστροις τιάραν εὔδηλον ὅτι τὰς πάντων τῶν θεῶν εἰς τὸν ἐμφανῆ κόσμον ὁρωμένας λήξεις ἀρχὰς ἐποιήσατο τῆς ἑαυτοῦ βασιλείας· ἐπ᾽ αὐτῷ τὸ μὲν ἀκραιφνὲς καὶ καθαρὸν ῾ἦν ἄχρι γαλαξίου· περὶ τοῦτον δὲ ἤδη τὸν τόπον μιγνυμένου πρὸς τὸ [pg 478] ἀπαθὲς τοῦ παθητοῦ καὶ τῆς ὕλης παρυφισταμένης ἐκεῖθεν, ἡ πρὸς ταύτην κοινωνία κατάβασίς ἐστιν εἰς τὸ ἄντρον, [B] οὐκ ἀκουσίως μὲν γενομένη τοῖς θεοῖς καὶ τῇ τούτων Μητρί, λεγομένη δὲ ἀκουσίως γενέσθαι. φύσει γὰρ ἐν κρείττονι τοὺς θεοὺς ὄντας οὐκ ἐκεῖθεν ἐπὶ τάδε καθέλκειν ἐθέλει τὰ βελτίω, ἀλλὰ διὰ τῆς τῶν κρειττόνων συγκαταβάσεως καὶ ταῦτα ἀνάγειν ἐπὶ τὴν ἀμείνονα καὶ θεοφιλεστέραν λῆξιν. οὕτω τοι καὶ τὸν Ἄττιν οὐ κατεχθραίνουσα μετὰ τὴν ἐκτομὴν ἡ Μήτηρ λέγεται, ἀλλὰ ἀγανακτεῖ μὲν οὐκέτι, ἀγανακτοῦσα δὲ λέγεται διὰ τὴν συγκατάβασιν, ὅτι κρείττων ὢν [C] καὶ θεὸς ἔδωκεν ἑαυτὸν τῷ καταδεεστέρῳ· στήσαντα δὲ αὐτὸν τῆς ἀπειρίας τὴν πρόοδον καὶ τὸ ἀκόσμητον τοῦτο κοσμήσαντα διὰ τῆς πρὸς τὸν ἰσημερινὸν κύκλον συμπαθείας, ἵνα ὁ μέγας Ἥλιος τῆς ὡρισμένης κινήσεως τὸ τελειότατον κυβερνᾷ μέτρον, ἐπανάγει πρὸς ἑαυτὴν ἡ θεὸς ἀσμένως, μᾶλλον δὲ ἔχει παρ᾽ ἑαυτῇ. καὶ οὐδέποτε γέγονεν, ὅτε μὴ ταῦτα τοῦτον εἶχε τὸν τρόπον, ὅνπερ νῦν ἔχει, ἀλλ᾽ ἀεὶ μὲν Ἄττις ἐστὶν ὑπουργὸς τῇ Μητρὶ [D] καὶ ἡνίοχος, ἀεὶ δὲ ὀργᾷ εἰς τὴν γένεσιν, ἀεὶ δὲ ἀποτέμνεται τὴν ἀπειρίαν διὰ τῆς ὡρισμένης τῶν εἰδῶν αἰτίας. ἐπαναγόμενος δὲ ὥσπερ ἐκ γῆς τῶν ἀρχαίων αὖθις λέγεται δυναστεύειν σκήπτρων, ἐκπεσὼν μὲν αὐτῶν οὐδαμῶς [pg 480] οὐδὲ ἐκπίπτων, ἐκπεσεῖν δὲ αὐτῶν λεγόμενος διὰ τὴν πρὸς τὸ παθητὸν σύμμιξιν.

(For it is evident that Attis of whom I speak, who wears the tiara set with stars, took for the foundation of his own dominion the functions of every god as we see them applied to the visible world. And in his case all is undefiled and pure as far as the Milky Way. But, at this very point, that which is troubled by passion begins to mingle with the passionless, and from that union matter begins to subsist. And so the association of Attis with matter is the descent into the cave, nor did this take place against the will of the gods and the Mother of the Gods, though the myth says that it was against their will. For by their nature the gods dwell in a higher world, and the higher powers do not desire to drag them hence down to our world: rather through the condescension of the higher they desire to lead the things of our earth upwards to a higher plane more favoured by the gods. And in fact the myth does not say that the Mother of the Gods was hostile to Attis after his castration: but it says that though she is no longer angry, she was angry at the time on account of his condescension, in that he who was a higher being and a god had given himself to that which was inferior. But when, after staying his limitless progress, he has set in order the chaos of our world through his sympathy with the cycle of the equinox, where mighty Helios controls the most perfect symmetry of his motion within due limits, then the goddess gladly leads him upwards to herself, or rather keeps him by her side. And never did this happen save in the manner that it happens now; but forever is Attis the servant and charioteer of the Mother; forever he yearns passionately towards generation; and forever he cuts short his unlimited course through the cause whose limits are fixed, even the cause of the forms. In like manner the myth says that he is led upwards as though from our earth, and again resumes his ancient sceptre and dominion: not that he ever lost it, or ever loses it now, but the myth says that he lost it on account of his union with that which is subject to passion and change.)

Ἀλλ᾽ ἐκεῖνο ἴσως ἄξιον προσαπορῆσαι· διττῆς γὰρ οὔσης τῆς ἰσημερίας, [172] οὐ τὴν ἐν ταῖς χηλαῖς, τὴν δὲ ἐν τῷ κριῷ προτιμῶσι. τίς οὖν αἰτία τούτου, φανερὸν δήπουθεν. ἐπειδὴ γὰρ ἡμῖν ὁ ἥλιος ἄρχεται τότε πλησιάζειν ἀπὸ τῆς ἰσημερίας, αὐξομένης οἶμαι τῆς ἡμέρας, ἔδοξεν οὗτος ὁ καιρὸς ἁρμοδιώτερος. ἔξω γὰρ τῆς αἰτίας, ἥ φησι τοῖς θεοῖς εἶναι τὸ φῶς σύνδρομον, ἔχειν οἰκείως πιστευτέον τοῖς ἀφεθῆναι τῆς γενέσεως σπεύδουσι τὰς ἀναγωγοὺς ἀκτῖνας ἡλίου. [B] σκόπει δὲ ἐναργῶς· ἕλκει μὲν ἀπὸ τῆς γῆς πάντα καὶ προκαλεῖται[859] καὶ βλαστάνειν ποιεῖ τῇ ζωπυρίδι καὶ θαυμαστῇ θέρμῃ, διακρίνων οἶμαι πρὸς ἄκραν λεπτότητα τὰ σώματα, καὶ τὰ φύσει φερόμενα κάτω κουφίζει. τὰ δὴ τοιαῦτα τῶν ἀφανῶν αὐτοῦ δυνάμεων ποιητέον τεκμήρια. ὁ γὰρ ἐν τοῖς σώμασι διὰ τῆς σωματοειδοῦς θέρμης οὕτω τοῦτο ἀπεργαζόμενος πῶς οὐ διὰ τῆς ἀφανοῦς καὶ ἀσωμάτου πάντη καὶ θείας καὶ καθαρᾶς ἐν ταῖς ἀκτῖσιν ἱδρυμένης οὐσίας ἕλξει καὶ ἀνάξει τὰς εὐτυχεῖς ψυχάς; [C] οὐκοῦν ἐπειδὴ πέφηνεν οἰκεῖον μὲν τοῖς θεοῖς τὸ φῶς τοῦτο καὶ τοῖς ἀναχθῆναι σπεύδουσιν, αὔξεται δὲ ἐν τῷ παρ᾽ ἡμῖν κόσμῳ τὸ τοιοῦτον, ὥστε εἶναι τὴν ἡμέραν μείζω τῆς νυκτός, Ἡλίου τοῦ βασιλέως ἐπιπορεύεσθαι τὸν κριὸν ἀρξαμένου· δέδεικται δὴ καὶ[860] ἀναγωγὸν [pg 482] φύσει τὸ τῶν ἀκτίνων τοῦ θεοῦ διά τε τῆς φανερᾶς ἐνεργείας καὶ τῆς ἀφανοῦς, ὑφ᾽ ἧς παμπληθεῖς ἀνήχθησαν ψυχαὶ [D] τῶν αἰσθήσεων ἀκολουθήσασαι τῇ φανοτάτῃ καὶ μάλιστα ἡλιοειδεῖ. τὴν γὰρ τοιαύτην τῶν ὀμμάτων αἴσθησιν οὐκ ἀγαπητὴν μόνον οὐδὲ χρήσιμον εἰς τὸν βίον, ἀλλὰ καὶ πρὸς σοφίαν ὁδηγὸν ὁ δαιμόνιος ἀνύμνησε Πλάτων.[861] εἰ δὲ καὶ τῆς ἀρρήτου μυσταγωγίας ἁψαίμην, ἢν ὁ Χαλδαῖος περὶ τὸν ἑπτάκτινα θεὸν ἐβάκχευσεν, ἀνάγων δι᾽ αὐτοῦ τὰς ψυχάς, ἄγνωστα ἐρῶ, καὶ μάλα γε ἄγνωστα τῷ συρφετῷ, [173] θεουργοῖς δὲ τοῖς μακαρίοις γνώριμα· διόπερ αὐτὰ σιωπήσω τανῦν.

(But perhaps it is worth while to raise the following question also. There are two equinoxes, but men pay more honour to the equinox in the sign of Capricorn than to that in the sign of Cancer.[862] Surely the reason for this is evident. Since the sun begins to approach us immediately after the spring equinox,—for I need not say that then the days begin to lengthen,—this seemed the more agreeable season. For apart from the explanation which says that light accompanies the gods, we must believe that the uplifting rays[863] of the sun are nearly akin to those who yearn to be set free from generation. Consider it clearly: the sun, by his vivifying and marvellous heat, draws up all things from the earth and calls them forth and makes them grow; and he separates, I think, all corporeal things to the utmost degree of tenuity, and makes things weigh light that naturally have a tendency to sink. We ought then to make these visible things proofs of his unseen powers. For if among corporeal things he can bring this about through his material heat, how should he not draw and lead upwards the souls of the blessed by the agency of the invisible, wholly immaterial, divine and pure substance which resides in his rays? We have seen then that this light is nearly akin to the god, and to those who yearn to mount upwards, and moreover, that this light increases in our world, so that when Helios begins to enter the sign of Capricorn the day becomes longer than the night. It has also been demonstrated that the god's rays are by nature uplifting; and this is due to his energy, both visible and invisible, by which very many souls have been lifted up out of the region of the senses, because they were guided by that sense which is clearest of all and most nearly like the sun. For when with our eyes we perceive the sun's light, not only is it welcome and useful for our lives, but also, as the divine Plato said when he sang its praises, it is our guide to wisdom. And if I should also touch on the secret teaching of the Mysteries in which the Chaldean,[864] divinely frenzied, celebrated the God of the Seven Rays, that god through whom he lifts up the souls of men, I should be saying what is unintelligible, yea wholly unintelligible to the common herd, but familiar to the happy theurgists.[865] And so I will for the present be silent on that subject.)

Ὅπερ δὲ ἔλεγον, ὅτι καὶ τὸν καιρὸν οὐκ ἀλόγως ὑποληπτέον, ἀλλ᾽ ὡς ἔνι μάλιστα μετὰ εἰκότος καὶ ἀληθοῦς λόγου παρὰ τῶν παλαιῶν τῷ θεσμῷ προστεθεῖσθαι, σημεῖον δὴ[866] τούτου, ὅτι τὸν ἰσημερινὸν κύκλον ἡ θεὸς αὐτὴ[867] κατενείματο. τελεῖται γὰρ περὶ τὸν ζυγὸν Δηοῖ καὶ Κόρῃ τὰ σεμνὰ καὶ [pg 484] ἀπόρρητα μυστήρια. [B] καὶ τοῦτο εἰκότως γίνεται. χρὴ γὰρ καὶ ἀπιόντι τῷ θεῷ τελεσθῆναι πάλιν, ἵνα μηδὲν ὑπὸ τῆς ἀθέου καὶ σκοτεινῆς δυσχερὲς πάθωμεν ἐπικρατούσης δυνάμεως. δὶς γοῦν Ἀθηναῖοι τῇ Δηοῖ τελοῦσι τὰ μυστήρια, ἐν αὐτῷ μὲν τῷ κριῷ τὰ μικρὰ, φασί, μυστήρια, τὰ μεγάλα δὲ περὶ τὰς χηλὰς ὄντος ἡλίου, δι᾽ ἃς ἔναγχος ἔφην αἰτίας. μεγάλα δὲ ὠνομάσθαι καὶ μικρὰ νομίζω καὶ ἄλλων ἕνεκα, μάλιστα δέ, ὡς εἰκός, τούτου ἀποχωροῦντος τοῦ θεοῦ μᾶλλον ἤπερ προσιόντος· [C] διόπερ ἐν τούτοις ὅσον εἰς ὑπόμνησιν μόνον. ἅτε δὴ καὶ παρόντος τοῦ σωτῆρος καὶ ἀναγωγοῦ θεοῦ, τὰ προτέλεια κατεβάλλοντο τῆς τελετῆς· εἶτα μικρὸν ὕστερον ἁγνεῖαι συνεχεῖς καὶ τῶν ἱερέων[868] ἁγιστεῖαι. ἀπιόντος δὲ λοιπὸν τοῦ θεοῦ πρὸς τὴν ἀντίχθονα ζώνην, καὶ φυλακῆς ἕνεκα καὶ σωτηρίας αὐτὸ τὸ κεφάλαιον ἐπιτελεῖται τῶν μυστηρίων. ὅρα δέ· ὥσπερ ἐνταῦθα τὸ τῆς γενέσεως αἴτιον ἀποτέμνεται, οὕτω δὲ καὶ παρὰ Ἀθηναίοις οἱ τῶν ἀρρήτων ἁπτόμενοι παναγεῖς εἰσι, [D] καὶ ὁ τούτων ἐξάρχων ἱεροφάντης ἀπέστραπται πᾶσαν τὴν γένεσιν, ὡς οὐ μετὸν αὐτῷ τῆς ἐπ᾽ ἄπειρον προόδου, τῆς ὡρισμένης δὲ καὶ ἀεὶ μενούσης καὶ ἐν τῷ ἑνὶ συνεχομένης οὐσίας ἀκηράτου τε καὶ καθαρᾶς. ὑπὲρ μὲν δὴ τούτων ἀπόχρη τοσαῦτα.

(I was saying that we ought not to suppose that the ancients appointed the season of the rites irrationally, but rather as far as possible with plausible and true grounds of reason; and indeed a proof of this is that the goddess herself chose as her province the cycle of the equinox. For the most holy and secret Mysteries of Deo and the Maiden[869] are celebrated when the sun is in the sign of Libra, and this is quite natural. For when the gods depart we must consecrate ourselves afresh, so that we may suffer no harm from the godless power of darkness that now begins to get the upper hand. At any rate the Athenians celebrate the Mysteries of Deo twice in the year, and the Lesser Mysteries as they call them in the sign of Capricorn, and the Great Mysteries when the sun is in the sign of Cancer, and this for the reason that I have just mentioned. And I think that these Mysteries are called Great and Lesser for several reasons, but especially, as is natural, they are called great when the god departs rather than when he approaches; and so the Lesser are celebrated only by way of reminder.[870] I mean that when the saving and uplifting god approaches, the preliminary rites of the Mysteries take place. Then a little later follow the rites of purification, one after another, and the consecration of the priests. Then when the god departs to the antipodes, the most important ceremonies of the Mysteries are performed, for our protection and salvation. And observe the following: As in the festival of the Mother the instrument of generation is severed, so too with the Athenians, those who take part in the secret rites are wholly chaste and their leader the hierophant forswears generation; because he must not have aught to do with the progress to the unlimited, but only with the substance whose bounds are fixed, so that it abides for ever and is contained in the One, stainless and pure. On this subject I have said enough.)

Λείπεται δὴ λοιπόν, ὡς εἰκός, ὑπέρ τε τῆς ἁγιστείας αὐτῆς καὶ τῆς ἁγνείας διεξελθεῖν, ἵνα καὶ [pg 486] ἐντεῦθεν λάβωμεν [174] εἰς τὴν ὑπόθεσιν εἴ τι συμβάλλεται. γελοῖον δὲ αὐτίκα τοῖς πᾶσιν ἐκεῖνο φαίνεται· κρεῶν μὲν ἅπτεσθαι δίδωσιν ὁ ἱερὸς νόμος, ἀπαγορεύει δὲ τῶν σπερμάτων. οὐκ ἄψυχα μὲν ἐκεῖνα, ταῦτα δὲ ἔμψυχα; οὐ καθαρὰ μὲν ἐκεῖνα, ταῦτα δὲ αἵματος καὶ πολλῶν ἄλλων οὐκ εὐχερῶν ὄψει τε καὶ ἀκοῇ πεπληρωμένα; οὐ, τὸ μέγιστον, ἐκείνοις μὲν πρόσεστι τὸ μηδένα ἐκ τῆς ἐδωδῆς ἀδικεῖσθαι, τούτοις δὲ τὸ καταθύεσθαι καὶ κατασφάττεσθαι τὰ ζῷα ἀλγοῦντα γε, [B] ὡς εἰκός, καὶ τρυχόμενα; ταῦτα πολλοὶ καὶ τῶν περιττῶν εἴποιεν ἄν· ἐκεῖνα δὲ ἤδη κωμῳδοῦσι καὶ τῶν ἀνθρώπων οἱ δυσσεβέστατοι. τὰ μὲν ὄρμενά φασιν ἐσθίεσθαι τῶν λαχάνων, παραιτεῖσθαι δὲ τὰς ῥίζας, ὥσπερ γογγυλίδας. καὶ σῦκα μὲν ἐσθίεσθαί φασι, ῥοιὰς δὲ οὐκέτι καὶ μῆλα πρὸς τούτοις. ταῦτα ἀκηκοὼς μινυριζόντων πολλῶν πολλάκις, ἀλλὰ καὶ αὐτὸς εἰρηκὼς[871] πρότερον ἔοικα ἐγὼ μόνος ἐκ πάντων πολλὴν εἴσεσθαι τοῖς δεσπόταις θεοῖς μάλιστα μὲν ἅπασι, πρὸ τῶν ἄλλων δὲ τῇ Μητρὶ [C] τῶν θεῶν, ὥσπερ ἐν τοῖς ἄλλοις ἅπασιν, οὕτω δὲ καὶ ἐν τούτῳ χάριν, ὅτι με μὴ περιεῖδεν ὥσπερ ἐν σκότῳ πλανώμενον, ἀλλά μοι πρῶτον μὲν ἐκέλευσεν ἀποκόψασθαι οὔτι κατὰ τὸ σῶμα, κατὰ δὲ τὰς ψυχικὰς ἀλόγους ὁρμὰς καὶ κινήσεις τῇ νοερᾷ καὶ προüφεστώσῃ[872] τῶν ψυχῶν ἡμῶν αἰτίᾳ τὰ περιττὰ καὶ μάταια. ἐπὶ νοῦν δὲ ἔδωκεν αὕτη λόγους τινὰς ἴσως οὐκ ἀπᾴδοντας πάντη [D] τῆς ὑπὲρ θεῶν ἀληθοῦς ἅμα καὶ [pg 488] εὐαγοῦς ἐπιστήμης. ἀλλ᾽ ἔοικα γάρ, ὥσπερ οὐκ ἔχων ὅ τι φῶ, κύκλῳ περιτρέχειν. ἐμοὶ δὲ πάρεστι μὲν καὶ καθ᾽ ἕκαστον ἐπιόντι σαφεῖς καὶ τηλαυγεῖς αἰτίας ἀποδοῦναι, τοῦ χάριν ἡμῖν οὐ θέμις ἐστὶ προσφέρεσθαι ταῦτα, ὧν ὁ θεῖος εἴργει θεσμός· καὶ ποιήσω δὲ[873] αὐτὸ μικρὸν ὕστερον· ἄμεινον δὲ νῦν ὥσπερ τύπους τινὰς προθεῖναι καὶ κανόνας, οἷς ἑπόμενοι, κἄν τι πολλάκις ὑπὸ τῆς σπουδῆς παρέλθῃ τὸν λόγον, ἕξομεν ὑπὲρ τούτων κρῖναι.

(It only remains now to speak, as is fitting, about the sacred rite itself, and the purification, so that from these also I may borrow whatever contributes to my argument. For example, everyone thinks that the following is ridiculous. The sacred ordinance allows men to eat meat, but it forbids them to eat grains and fruits. What, say they, are not the latter lifeless, whereas the former was once possessed of life? Are not fruits pure, whereas meat is full of blood and of much else that offends eye and ear? But most important of all is it not the case that, when one eats fruit nothing is hurt, while the eating of meat involves the sacrifice and slaughter of animals who naturally suffer pain and torment? So would say many even of the wisest. But the following ordinance is ridiculed by the most impious of mankind also. They observe that whereas vegetables that grows upwards can be eaten, roots are forbidden, turnips, for instance; and they point out that figs are allowed, but not pomegranates or apples either. I have often heard many men saying this in whispers, and I too in former days have said the same, but now it seems that I alone of all men am bound to be deeply grateful to the ruling gods, to all of them, surely, but above all the rest to the Mother of the Gods. For all things am I grateful to her, and for this among the rest, that she did not disregard me when I wandered as it were in darkness.[874] For first she bade me cut off no part indeed of my body, but by the aid of the intelligible cause[875] that subsists prior to our souls, all that was superfluous and vain in the impulses and motions of my own soul. And that cause gave me, to aid my understanding, certain beliefs which are perhaps not wholly out of harmony with the true and sacred knowledge of the gods. But it looks as though, not knowing what to say next, I were turning round in a circle. I can, however, give clear and manifest reasons in every single case why we are not allowed to eat this food which is forbidden by the sacred ordinance, and presently I will do this. But for the moment it is better to bring forward certain forms, so to speak, and regulations which we must observe in order to be able to decide about these matters, though perhaps, owing to my haste, my argument may pass some evidence by.)