(Now if my present task were to write about the Cynic philosophy, I could add many details about the Cynics, not less important than what I have said already. But not to interrupt my main theme, I will now consider in due course the question what kind of myths ought to be invented. But perhaps another inquiry should precede this attempt, I mean to what branch of philosophy the composition of myths is appropriate. For we see that many philosophers and theologians too have employed it, Orpheus for instance, the most ancient of all the inspired philosophers, and many besides of those that came after him. Nay what is more, Xenophon as we know and Antisthenes and Plato often introduced myths, so that it is obvious that even if the use of myth be not appropriate for the Cynic, still it may be so for some other type of philosopher.)
Μικρὰ οὖν ὑπὲρ τῶν τῆς φιλοσοφίας εἴτε μορίων εἴτε ἐργάνων προρρητέον.[171] ἔστι γὰρ οὐ μέγα τὸ διαφέρον ὁποτέρως ἄν τις τῷ πρακτικῷ[172] [D] καὶ τῷ φυσικῷ τὸ λογικὸν προσαριθμῇ· ἀναγκαῖον γὰρ ὁμοίως φαίνεται κατ᾽ ἀμφότερα. τριῶν δὴ τούτων αὖθις ἕκαστον εἰς τρία τέμνεται, τὸ μὲν φυσικὸν εἰς τὸ θεολογικὸν καὶ τὸ περὶ τὰ μαθήματα καὶ τρίτον τὸ περὶ τὴν τῶν γινομένων καὶ ἀπολλυμένων καὶ τῶν ἀιδίων μέν, σωμάτων δὲ ὅμως θεωρίαν, τί τὸ εἶναι αὐτοῖς καὶ τίς ἡ οὐσία ἑκάστου· τοῦ πρακτικοῦ δὲ τὸ μὲν πρὸς ἕνα ἄνδρα, ἠθικόν, οἰκονομικὸν δὲ τὸ περὶ μίαν οἰκίαν, πολιτικὸν δὲ τὸ περὶ πόλιν· ἔτι μέντοι τοῦ λογικοῦ τὸ μὲν ἀποδεικτικὸν διὰ τῶν ἀληθῶν, τὸ δὲ διὰ τῶν ἐνδόξων βιαστικόν, [216] τὸ δὲ διὰ τῶν φαινομένων ἐνδόξων παραλογιστικόν. ὄντων δὴ τοσούτων τῶν τῆς φιλοσοφίας μερῶν, εἰ μή τί με λέληθε· καὶ οὐδὲν θαυμαστὸν ἄνδρα στρατιώτην μὴ λίαν ἐξακριβοῦν μηδ᾽ ἐξονυχίζειν τὰ τοιαῦτα, ἅτε οὐκ ἐκ βιβλίων ἀσκήσεως, ἀπὸ δὲ τῆς προστυχούσης αὐτὰ ἕξεως ἀποφθεγγόμενον· ἔσεσθε γοῦν μοι καὶ ὑμεῖς μάρτυρες, εἰ τὰς ἡμέρας λογίσαισθε,[173] πόσαι τινές εἰσιν αἱ μεταξὺ ταύτης τε καὶ τῆς ἔναγχος ἡμῖν γενομένης ἀκροάσεως ὅσων τε ἡμῖν ἀσχολιῶν πλήρεις· [B] ἀλλ᾽ ὅπερ ἔφην, εἰ καί τι παραλέλειπται παρ᾽ ἐμοῦ· καίτοι νομίζω γε μηδὲν ἐνδεῖν· πλὴν ὁ προστιθεὶς οὐκ ἐχθρός, ἀλλὰ φίλος ἔσται.
(I must first then say a few words about the subdivisions or instruments of philosophy. It does not make much difference in which of two ways one reckons logic, whether with practical or natural philosophy, since it is equally necessary to both these branches. But I will consider these as three separate branches and assign to each one three subdivisions. Natural philosophy consists of theology, mathematics, and thirdly the study of this world of generation and decay and things that though imperishable are nevertheless matter, and deals with their essential nature and their substance in each case. Practical philosophy again consists of ethics in so far as it deals with the individual man, economics when it deals with the household as a unit, politics when it deals with the state. Logic, again, is demonstrative in so far as it deals with the truth of principles; polemic when it deals with general opinions; eristic when it deals with opinions that only seem probabilities. These then are the divisions of philosophy, if I mistake not. Though indeed it would not be surprising that a mere soldier should be none too exact in these matters or not have them at his fingers' ends, seeing that I speak less from book-knowledge than from observation and experience. For that matter you can yourselves bear me witness thereto, if you count up how few days have elapsed between the lecture that we lately heard and to-day, and moreover the number of affairs with which they have been filled for me. But as I said if I have omitted anything—though I do not think I have—still if anyone can make my classification more complete he will be “no enemy but my friend.”[174])
Τούτων δὴ τῶν μερῶν οὔτε τῷ λογικῷ προσήκει τῆς μυθογραφίας οὔτε τοῦ φυσικοῦ[175] τῷ μαθηματικῷ, μόνον δέ, εἴπερ ἄρα, τοῦ πρακτικοῦ τῷ πρὸς ἕνα γινομένῳ καὶ τοῦ θεολογικοῦ τῷ τελεστικῷ καὶ μυστικῷ· [C] φιλεῖ γὰρ ἡ φύσις κρύπτεσθαι, καὶ τὸ ἀποκεκρυμμένον τῆς τῶν θεῶν οὐσίας οὐκ ἀνέχεται γυμνοῖς εἰς ἀκαθάρτους ἀκοὰς ῥίπτεσθαι ῥήμασιν. ὅπερ δὲ δὴ τῶν χαρακτήρων ἡ ἀπόρρητος φύσις ὠφελεῖν πέφυκε καὶ ἀγνοουμένη· θεραπεύει γοῦν οὐ ψυχὰς μόνον, ἀλλὰ καὶ σώματα, καὶ θεῶν ποιεῖ παρουσίας· τοῦτ᾽ οἶμαι πολλάκις γίγνεσθαι καὶ διὰ τῶν μύθων, [D] ὅταν εἰς τὰς τῶν πολλῶν ἀκοὰς οὐ δυναμένας τὰ θεῖα καθαρῶς δέξασθαι δι᾽ αἰνιγμάτων αὐτοῖς μετὰ τῆς μύθων σκηνοποιίας ἐγχέηται.
(Now of these branches of philosophy, logic has no concern with the composition of myths; nor has mathematics, the sub-division of natural philosophy; but they may be employed, if at all, by that department of practical philosophy which deals with the individual man, and by that department of theology which has to do with initiation and the Mysteries. For nature loves to hide her secrets,[176] and she does not suffer the hidden truth about the essential nature of the gods to be flung in naked words to the ears of the profane. Now there are certain characteristics of ours that derive benefit from that occult and unknown nature, which nourishes not our souls alone but our bodies also, and brings us into the presence of the gods, and this I think often comes about by means of myths; when through riddles and the dramatic setting of myths that knowledge is insinuated into the ears of the multitude who cannot receive divine truths in their purest form.)
Φανεροῦ δὲ ἤδη γενομένου τίνι καὶ ποίῳ φιλοσοφίας εἴδει καὶ μυθογραφεῖν ἔσθ᾽ ὅτε προσήκει· πρὸς γὰρ τῷ λόγῳ μαρτυρεῖ τούτοις ἡ τῶν προλαβόντων ἀνδρῶν προαίρεσις. ἐπεὶ καὶ Πλάτωνι πολλὰ μεμυθολόγηται περὶ τῶν ἐν ᾅδου πραγμάτων θεολογοῦντι καὶ πρό γε τούτου τῷ τῆς Καλλιόπης, [217] Ἀντισθένει δὲ καὶ Ξενοφῶντι καὶ αὐτῷ Πλάτωνι πραγματευομένοις ἠθικάς τινας ὑποθέσεις οὐ παρέργως, ἀλλὰ μετά τινος ἐμμελείας ἡ τῶν μύθων ἐγκαταμέμικται γραφή, οὓς σ᾽[177] ἐχρῆν, εἴπερ ἐβούλου, μιμούμενον ἀντὶ μὲν Ἡρακλέους μεταλαμβάνειν Περσέως ἢ Θησέως [pg 104] τινὸς ὄνομα καὶ τὸν Ἀντισθένειον τύπον ἐγχαράττειν, ἁντὶ δὲ τῆς Προδίκου σκηνοποιιας ἀμφὶ τοῖν ἀμφοῖν [B] τούτοιν θεοῖν ἑτέραν ὁμοίαν εἰσάγειν εἰς τὸ θέατρον.
(It is now evident what branch and what sort of philosophy may properly on occasion employ myths. And to support my argument I call to witness the authority of those philosophers who were the first to use myths. Plato for instance in his theological descriptions of life in Hades often uses myths, and the son[178] of Calliope before him. And when Antisthenes and Xenophon and Plato himself discuss certain ethical theories they use myths as one of the ingredients, and not casually but of set purpose. Now if you too wished to use myths you ought to have imitated these philosophers, and instead of Heracles you should have introduced the name of Perseus or Theseus, let us say, and have written in the style of Antisthenes; and in place of the dramatic setting used by Prodicus,[179] in treating of those two gods[180] you should have introduced into your theatre another setting of the same sort.)
Ἐπεὶ δὲ καὶ τῶν τελεστικῶν μύθων ἐπεμνήσθην, φέρε νῦν ὁποίους εἶναι χρὴ τοὺς ἑκατέρῳ τῶν μερῶν ἁρμόττοντας αὐτοὶ καθ᾽ ἑαυτοὺς ἰδεῖν πειραθῶμεν, οὐκέτι μαρτύρων παλαιῶν ἐν πᾶσι προσδεόμενοι, ἑπόμενοι δὲ νέοις ἴχνεσιν ἀνδρός, ὃν ἐγὼ μετὰ τοὺς θεοὺς ἐξ ἴσης Ἀριστοτέλει καὶ Πλάτωνι ἄγαμαί τε τέθηπά τε. [C] φησὶ δὲ οὐχ ὑπὲρ πάντων οὗτος, ἀλλ᾽ ὑπὲρ τῶν τελεστικῶν, οὓς παρέδωκεν ἡμῖν Ὀρφεὺς ὁ τὰς ἁγιωτάτας τελετὰς καταστησάμενος. τὸ γὰρ ἐν τοῖς μύθοις ἀπεμφαῖνον αὐτῷ τούτῳ προοδοποιεῖ πρὸς τὴν ἀλήθειαν. ὅσῳ γὰρ μᾶλλον παράδοξόν ἐστι καὶ τερατῶδες τὸ αἴνιγμα, τοσούτῳ μᾶλλον ἔοικε διαμαρτύρεσθαι, μὴ τοῖς αὐτόθεν λεγομένοις πιστεύειν, ἀλλὰ τὰ λεληθότα περιεργάζεσθαι καὶ μὴ πρότερον ἀφίστασθαι, [D] πρὶν ἂν ὑπὸ θεοῖς ἡγεμόσιν ἐκφανῆ γενόμενα τὸν ἐν ἡμῖν τελέσῃ, μᾶλλον δὲ τελειώσῃ νοῦν καὶ εἰ δή τι κρεῖττον ἡμῖν ὑπάρχει τοῦ νοῦ, αὐτοῦ τοῦ ἑνὸς καὶ τἀγαθοῦ μοῖρά τις ὀλίγη τὸ πᾶν ἀμερίστως ἔχουσα, τῆς ψυχῆς πλήρωμα καὶ ἐν τῷ ἑνὶ καὶ ἀγαθῷ συνέχουσα [pg 106] πᾶσαν αὐτὴν διὰ τῆς ὑπερεχούσης καὶ χωριστῆς αὐτοῦ καὶ ἐξῃρημένης παρουσίας. ἀλλὰ ταῦτα μὲν ἀμφὶ τὸν μέγαν Διόνυσον οὐκ οἶδ᾽ ὅπως ἐπῆλθέ μοι βακχεύοντι μανῆναι· [218] τὸν βοῦν δὲ ἐπιτίθημι τῇ γλώττῃ· περὶ τῶν ἀρρήτων γὰρ οὐδὲν χρὴ λέγειν. ἀλλά μοι θεοὶ μὲν ἐκείνων καὶ ὑμῶν δὲ τοῖς πολλοῖς, ὅσοι τέως ἐστὲ τούτων ἀμύητοι, τὴν ὄνησιν δοῖεν.
(But since I have mentioned also the myths that are suited to initiation, let us ourselves independently try to see what sort of myths they must be that suit one or the other of those two branches of philosophy;[181] and no longer need we call in the aid of witnesses from the remote past for all points, but we will follow in the fresh footprints of one[182] whom next to the gods I revere and admire, yes, equally with Aristotle and Plato. He does not treat of all kinds of myths but only those connected with initiation into the Mysteries, such as Orpheus, the founder of the most sacred of all the Mysteries, handed down to us. For it is the incongruous element in myths that guides us to the truth.[183] I mean that the more paradoxical and prodigious the riddle is the more it seems to warn us not to believe simply the bare words but rather to study diligently the hidden truth, and not to relax our efforts until under the guidance of the gods those hidden things become plain, and so initiate or rather perfect our intelligence or whatever we possess that is more sublime than the intelligence, I mean that small particle of the One and the Good which contains the whole indivisibly, the complement of the soul, and in the One and the Good comprehends the whole of soul itself through the prevailing and separate and distinct presence of the One. But I was impelled I know not how to rave with his own sacred frenzy when I spoke like this of the attributes of great Dionysus[184]; and now I set an ox on my tongue:[185] for I may not reveal what is too sacred for speech. However, may the gods grant to me and to many of you who have not as yet been initiated into these Mysteries to enjoy the blessings thereof!)
Ὑπὲρ δὲ ὧν εἰπεῖν τε καὶ ἀκοῦσαι θέμις καὶ ἀνεμέσητον ἀμφοτέροις ἐστὶ, πᾶς λόγος ὁ προφερόμενος ἔκ τε λέξεως καὶ διανοίας σύγκειται. οὐκοῦν ἐπειδὴ καὶ ὁ μῦθος λόγος τίς ἐστιν, [B] ἐκ δυοῖν τούτοιν συγκείσεται. σκοπῶμεν δὲ ἑκάτερον αὐτῶν. ἔστιν ἁπλῆ τις ἐν λόγῳ παντὶ διάνοια, καὶ μέντοι καὶ κατὰ σχῆμα προάγεται, τὰ παραδείγματα δὲ ἀμφοῖν ἐστι πολλά. τὸ μὲν οὖν ἓν ἁπλοῦν ἐστι καὶ οὐδὲν δεῖται ποικιλίας, τὸ δ᾽ ἐσχηματισμένον ἔχει διαφορὰς ἐν ἑαυτῷ πολλάς, ὧν, εἴ τί σοι τῆς ῥητορικῆς ἐμέλησεν, οὐκ ἀξύνετος εἶ. τούτων δὴ τῶν κατὰ διάνοιαν σχημάτων ἁρμόττει τῷ μύθῳ τὰ πλεῖστα· πλὴν ἔμοιγε οὔθ᾽ ὑπὲρ τῶν πολλῶν οὔθ᾽ ὑπὲρ τῶν ἁπάντων ἐστὶ τά γε νῦν ῥητέον, ἀλλ᾽ ὑπὲρ δυοῖν, τοῦ τε σεμνοῦ κατὰ τὴν διάνοιαν καὶ τοῦ ἀπεμφαίνοντος. [C] τὰ δὲ αὐτὰ ταῦτα καὶ περὶ τὴν λέξιν γίνεται. μορφοῦται γάρ πως καὶ σχηματίζεται παρὰ τῶν μὴ προφερομένων εἰκῇ μηδ᾽ ὥσπερ χειμάρρους ἑλκόντων συρφετοὺς ῥημάτων ἐκ τῆς τριόδου· ἀλλὰ τοῖν δυοῖν τούτοιν, ὅταν μὲν ὑπὲρ τῶν θείων πλάττωμεν, σεμνὰ χρὴ πάνυ [pg 108] τὰ ῥήματα εἶναι καὶ τὴν λέξιν ὡς ἔνι μάλιστα σώφρονα καὶ καλὴν καὶ τοῖς θεοῖς πρεπωδεστάτην, τῶν αἰσχρῶν [D] δὲ μηδὲν καὶ βλασφήμων ἢ δυσσεβῶν, ὅπως μὴ τῷ πλήθει τῆς τοιαύτης ἀρχηγοὶ θρασύτητος γενώμεθα, μᾶλλον δὲ καὶ πρὸ τοῦ πλήθους αὐτοὶ τὸ περὶ τοὺς θεοὺς ἠσεβηκέναι προλάβωμεν. οὐδὲν οὖν ἀπεμφαῖνον εἶναι χρὴ περὶ τὰς τοιαύτας λέξεις, ἀλλὰ σεμνὰ πάντα καὶ καλὰ καὶ μεγαλοπρεπῆ καὶ θεῖα καὶ καθαρὰ καὶ τῆς τῶν θεῶν οὐσίας εἰς δύναμιν ἐστοχασμένα· [219] τὸ δὲ κατὰ τὴν διάνοιαν ἀπεμφαῖνον τοῦ χρησίμου γιγνόμενον χάριν ἐγκριτέον, ὡς ἂν μή τινος ὑπομνήσεως ἔξωθεν οἱ ἄνθρωποι δεόμενοι, ἀλλ᾽ ὑπὸ τῶν ἐν αὐτῷ λεγομένων τῷ μύθῳ διδασκόμενοι τὸ λανθάνον μῶσθαι καὶ πολυπραγμονεῖν ὑφ᾽ ἡγεμόσι τοῖς θεοῖς προθυμηθεῖεν. ἰδοῦ γὰρ ἔγωγε πολλῶν ἤκουσα λεγόντων ἄνθρωπον μὲν τὸν Διόνυσον, ἐπείπερ ἐκ Σεμέλης ἐγένετο, θεὸν δὲ διὰ θεουργίας [B] καὶ τελεστικῆς, ὥσπερ τὸν δεσπότην Ἡρακλέα διὰ τῆς βασιλικῆς ἀρετῆς εἰς τὸν Ὄλυμπον ὑπὸ τοῦ πατρὸς ἀνῆχθαι τοῦ Διός. ἀλλ᾽, ὦ τάν, εἶπον, οὐ ξυνίετε τοῦ μύθου φανερῶς αἰνιττομένου. ποῦ γὰρ ἡ γένεσίς ἐστιν ὥσπερ Ἡρακλέους, οὕτω δὴ[186] καὶ Διονύσου, ἔχουσα μὲν τὸ κρεῖττον καὶ ὑπερέχον καὶ ἐξῃρημένον, ἐν τῷ μετρίῳ δὲ ὅμως ἔτι τῆς ἀνθρωπίνης φύσεως μένουσα καί [C] πως ἀφομοιουμένη πρὸς ἡμᾶς; Ἡρακλὴς δὲ λέγεται παιδίον γενέσθαι καὶ κατὰ μικρὸν αὐτῷ τὸ σῶμα τὸ θεῖον ἐπιδοῦναι, καὶ [pg 110] φοιτῆσαι διδασκάλοις ἱστόρηται, καὶ στρατεύσασθαι λέγεται καὶ κρατῆσαι πάντων, καμεῖν δὲ ὅμως κατὰ[187] τὸ σῶμα. καίτοι αὐτῷ ταῦτα μὲν ὑπῆρξε, μειζόνως δὲ ἢ κατ᾽ ἄνθρωπον. ὅτε γὰρ ἐν τοῖς σπαργάνοις ἀποπνίγων τοὺς δράκοντας καὶ πρὸς αὐτὰ παραταττόμενος τὰ τῆς φύσεως στοιχεῖα, θάλπη καὶ κρυμούς, [D] εἶτα τοῖς ἀπορωτάτοις καὶ ἀμαχωτάτοις, ἐνδείᾳ λέγω τροφῆς καὶ ἐρημίᾳ, καὶ τὴν δι᾽ αὐτοῦ πορείαν οἶμαι τοῦ πελάγους ἐπὶ τῆς χρυσῆς κύλικος, ἣν ἐγὲ νομίζω μὰ τοὺς θεοὺς οὐ κύλικα εἶναι, βαδίσαι δὲ αὐτὸν ὡς ἐπὶ ξηρᾶς τῆς θαλάττης νενόμικα. τὶ γὰρ ἄπορον ἦν Ἡρακλεῖ; τί δ᾽ οὐχ ὑπήκουσεν αὐτοῦ τῷ θείῳ καὶ καθαρωτάτῳ σώματι, τῶν λεγομένων τούτων στοιχείων δουλευόντων αὐτοῦ τῇ δημιουργικῇ [220] καὶ τελεσιουργῷ τοῦ ἀχράντου καὶ καθαροῦ νοῦ δυνάμει; ὃν ὁ μέγας Ζεὺς διὰ τῆς Προνοίας Ἀθηνᾶς, ἐπιστήσας αὐτῷ φύλακα τὴν θεὸν ταύτην, ὅλην ἐξ ὅλου προέμενος αὑτοῦ,[188] τῷ κόσμῳ σωτῆρα ἐφύτευσεν, εἶτ᾽ ἐπανήγαγε διὰ τοῦ κεραυνίου πυρὸς πρὸς ἑαυτόν, ὑπὸ τῷ θείῳ συνθήματι τῆς αἰθερίας αὐγῆς ἥκειν παρ᾽ ἑαυτὸν τῷ παιδὶ κελεύσας. ἀλλ᾽ ὑπὲρ μὲν τούτων ἐμοί τε καὶ ὑμῖν ἵλεως Ἡρακλῆς εἴη.