[Transcriber's Note: The original book had pages with Greek on the left page and the corresponding English translation on the facing right page. In this e-book, each Greek paragraph will be immediately followed by the English translation paragraph, surrounded in parentheses. The Greek text contains markings such as [3] and [B]; they are section and sub-section markings that in the original book were in the right margin. These are different from numbers within parentheses such as (10), which are used as footnote references in some e-book formats.]

ΙΟΥΛΙΑΝΟΥ ΑΥΤΟΚΡΑΤΟΡΟΣ

(Julian, Emperor)

ΕΙΣ ΤΟΥΣ ΑΠΑΙΔΕΥΤΟΥΣ ΚΥΝΑΣ

(To the Uneducated Cynics)

Ἄνω ποταμῶν, τοῦτο δὴ τὸ τῆς παροιμίας. ἀνὴρ Κυνικὸς Διογένη φησί κενόδοξον, καὶ ψυχρολουτεῖν οὐ βούλεται, σφόδρα ἐρρωμένος τὸ σῶμα καὶ σφριγῶν [181] καὶ τὴν ἡλικίαν ἀκμάζων, ὡς ἂν μή τι κακὸν λάβῃ, καὶ ταῦτα τοῦ θεοῦ ταῖς θεριναῖς τροπαῖς ἤδη προσιόντος. ἀλλὰ καὶ τὴν ἐδωδὴν τοῦ πολύποδος κωμῳδεῖ καί φησι τὸν Διογένη τῆς ἀνοίας καὶ κενοδοξίας ἐκτετικέναι ἱκανὰς[5] δίκας ὥσπερ ὑπὸ κωνείου τῆς τροφῆς διαφθαρέντα. οὕτω πόρρω που σοφίας ἐλαύνει, ὥστε ἐπίσταται σαφῶς ὅτι κακὸν ὁ θάνατος. τοῦτο δὲ ἀγνοεῖν ὑπελάμβανεν ὁ σοφὸς Σωκράτης, ἀλλὰ καὶ μετ᾽ ἐκεῖνον Διογένης. ἀρρωστοῦντι γοῦν, φασίν, ἀντισθένει μακρὰν καὶ δυσανάληπτον ἀρρωστίαν ξιφίδιον ἐπέδωκεν ὁ Διογένης εἰπών· [B] εἰ φίλου χρῄζεις ὑπουργίας. οὕτως οὐδὲν ᾤετο δεινὸν [pg 006] ἐκεῖνος οὐδὲ ἀλγεινὸν τὸν θάνατον. ἀλλ᾽ ἡμεῖς οἱ τὸ σκῆπτρον ἐκεῖθεν παραλαβόντες ὑπὸ μείζονος σοφίας ἴσμεν ὅτι χαλεπὸν ὁ θάνατος, καὶ τὸ νοσεῖν δεινότερον αὐτοῦ φαμεν[6] τοῦ θανάτου, τὸ ῥιγοῦν δὲ χαλεπώτερον τοῦ νοσεῖν. ὁ μὲν γὰρ νοσῶν μαλακῶς ἔσθ᾽ ὅτε θεραπεύεται, ὥστε γίνεσθαι τρυφὴν αὐτόχρημα τὴν ἀρρωστίαν, ἄλλως τε κἂν ᾖ πλούσιος. [C] ἐθεασάμην τοι καὶ αὐτὸς νὴ Δία τρυφώντάς τινας ἐν ταῖς νόσοις μᾶλλον ἢ τούτους αὐτοὺς ὑγιαίνοντας· καίτοι γε καὶ τότε λαμπρῶς ἐτρύφων. ὅθεν μοι καὶ παρέστη πρός τινας τῶν ἑταίρων εἰπεῖν, ὡς τούτοις ἄμεινον ἦν οἰκέταις γενέσθαι μᾶλλον ἢ δεσπόταις, καὶ πένεσθαι τοῦ κρίνου γυμνοτέροις οὖσιν ἢ πλουτεῖν ὥσπερ νῦν. ἦ γὰρ ἂν ἐπαύσαντο νοσοῦντες ἅμα καὶ τρυφῶντες. [D] τὸ μὲν δὴ νοσοτυφεῖν καὶ νοσηλεύεσθαι τρυφηλῶς οὑτωσί τινες ἐν καλῷ ποιοῦνται· ἀνὴρ δὲ τοῦ κρύους ἀνεχόμενος καὶ θάλπος καρτερῶν οὐχὶ καὶ τῶν νοσούντων ἀθλιώτερον πράττει; ἀλγεῖ γοῦν ἀπαραμύθητα.

(Behold the rivers are flowing backwards,[7] as the proverb says! Here is a Cynic who says that Diogenes[8] was conceited, and who refuses to take cold baths for fear they may injure him, though he has a very strong constitution and is lusty and in the prime of life, and this too though the Sun-god is now nearing the summer solstice. Moreover he even ridicules the eating of octopus and says that Diogenes paid a sufficient penalty for his folly and vanity in that he perished of this diet[9] as though by a draught of hemlock. So far indeed is he advanced in wisdom that he knows for certain that death is an evil. Yet this even the wise Socrates thought he did not know, yes and after him Diogenes as well. At any rate when Antisthenes[10] was suffering from a long and incurable illness Diogenes handed him a dagger with these words, “In case you need the aid of a friend.” So convinced was he that there is nothing terrible or grievous in death. But we who have inherited his staff know out of our greater wisdom that death is a calamity. And we say that sickness is even more terrible than death, and cold harder to bear than sickness. For the man who is sick is often tenderly nursed, so that his ill-health is straightway converted into a luxury, especially if he be rich. Indeed I myself, by Zeus, have observed that certain persons are more luxurious in sickness than in health, though even in health they were conspicuous for luxury. And so it once occurred to me to say to certain of my friends that it were better for those men to be servants than masters, and to be poor and more naked than the lily of the field[11] than to be rich as they now are. For they would have ceased being at once sick and luxurious. The fact is that some people think it a fine thing to make a display of their ailments and to play the part of luxurious invalids. But, says someone, is not a man who has to endure cold and to support heat really more miserable than the sick? Well, at any rate he has no comforts to mitigate his sufferings.)

Δεῦρο οὖν ἡμεῖς ὑπὲρ τῶν Κυνικῶν ὁπόσα διδασκάλων ἠκούσαμεν ἐν κοινῷ καταθῶμεν σκοπεῖν τοῖς ἐπὶ τὸν βίον ἰοῦσι τοῦτον· οἷς εἰ μὲν πεισθεῖεν, εὖ οἶδα, [182] οὐδὲν οἵ γε νῦν ἐπιχειροῦντες κυνίζειν ἔσονται χείρους· ἀπειθοῦντες δὲ εἰ μέν τι λαμπρὸν καὶ σεμνὸν ἐπιτηδεύσειαν, ὑπερφωνοῦντες τὸν λόγον τὸν ἡμέτερον, οὔτι τοῖς [pg 008] ῥήμασιν ἀλλὰ τοῖς ἔργοις, οὐδὲν ἐμπόδιον ὃ γε ἡμέτερος οἴσει λόγος· εἰ δὲ ὑπὸ λιχνείας ἢ μαλακίας ἤ, τὸ κεφάλαιον ἵν᾽ εἴπω ξυνελὲν ἐν βραχεῖ, τῆς σωματικῆς ἡδονῆς δεδουλωμένοι τῶν λόγων ὀλιγωρήσειαν προσκαταγελάσαντες, [B] ὥσπερ ἐνίοτε τῶν παιδευτηρίων καὶ τῶν δικαστηρίων οἱ κύνες τοῖς προπυλαίοις προσουροῦσιν, οὐ φροντὶς Ἰπποκλείδῃ· καὶ γὰρ οὐδὲ τῶν κυνιδίων ἡμῖν μέλει τὰ τοιαῦτα πλημμελούντων. δεῦρο οὖν ἄνωθεν ἐν κεφαλαίοις διεξέλθωμεν ἐφεξῆς τὸν λόγον, ἵνα ὑπὲρ ἑκάστου τὸ προσῆκον ἀποδιδόντες αὐτοί τε εὐκολώτερον ἀπεργασώμεθα τοῦθ᾽ ὅπερ διενοήθημεν καὶ σοὶ ποιήσωμεν εὐπαρακολούθητον. οὐκοῦν ἐπειδὴ [C] τὸν κυνισμὸν εἶδός τι φιλοσοφίας εἶναι συμβέβηκεν, οὔτι φαυλότατον οὐδὲ ἀτιμότατον, ἀλλὰ τοῖς κρατίστοις ἀνάμιλλον, ὀλίγα πρότερον ὑπὲρ αὐτῆς ῥητέον ἡμῖν ἐστι τῆς φιλοσοφίας.

(Come now, let me set down for the benefit of the public what I learned from my teachers about the Cynics, so that all who are entering on this mode of life may consider it. And if they are convinced by what I say, those who are now aiming to be Cynics will, I am sure, be none the worse for it: and if they are unconvinced but cherish aims that are brilliant and noble, and set themselves above my argument not in words only but in deeds, then my discourse will at any rate put no hindrance in their way. But if there are others already enslaved by greed or self-indulgence, or to sum it up briefly in a single phrase, by the pleasures of the body, and they therefore neglect my words or even laugh them down—just as dogs sometimes defile the front porticoes of schools and law-courts,—“'Tis all one to Hippocleides,”[12] for indeed we take no notice of puppies who behave in this fashion. Come then let me pursue my argument under headings from the beginning in due order, so that by giving every question its proper treatment I may myself more conveniently achieve what I have in mind and may make it more easy for you also to follow. And since it is a fact that Cynicism is a branch of philosophy, and by no means the most insignificant or least honourable, but rivalling the noblest, I must first say a few words about philosophy itself.)

Ἡ τῶν θεῶν εἰς ἀνθρώπους δόσις ἅμα φανοτάτῳ πυρὶ διὰ Προμηθέως καταπεμφθεῖσα[13] ἐξ ἡλίου μετὰ τῆς Ἑρμοῦ μερίδος οὐχ ἕτερον ἐστι παρὰ τὴν τοῦ λόγου καὶ νοῦ διανομήν· ὁ γάρ τοι Προμηθεύς, ἡ πάντα ἐπιτροπεύουσα τὰ θνητὰ πρόνοια, [D] πνεῦμα ἔνθερμον ὥσπερ ὄργανον ὑποβάλλουσα τῇ φύσει, ἅπασι μετέδωκεν ἀσωμάτου λόγου· μετέσχε δὲ ἕκαστον οὗπερ ἠδύνατο, τὰ μὲν ἄψυχα σώματα τῆς ἕξεως μόνον, τὰ φυτὰ δὲ ἤδη καὶ τῆς ζωῆς[14] τὰ ζῷα δὲ ψυχῆς, ὁ δὲ [pg 010] ἄνθρωπος καὶ λογικῆς ψυχῆς. εἰσὶ μὲν οὖν οἳ μίαν οὄονται διὰ τούτων πάντων ἥκειν φύσιν, εἰσὶ δὲ οἱ καὶ κατ᾽ εἶδος ταῦτα διαφέρειν. ἀλλὰ μήπω τοῦτο, μᾶλλον δὲ μηδὲ ἐν τῷ νῦν λόγῳ τοῦτο ἐξεταζέσθω, πλὴν ἐκείνου χάριν, [183] ὅτι, τὴν φιλοσοφίαν εἴθ᾽, ὥσπερ τινὲς ὑπολαμβάνουσι, τέχνην τεχνῶν καὶ ἐπιστήμην ἐπιστημῶν, εἴτε ὁμοίωσιν θεῷ[15] κατὰ τὸ δυνατόν, εἴθ᾽, ὅπερ ὁ Πύθιος ἔφη, τὸ Γνῶθι σαυτὸν ὑπολάβοι τις, οὐδὲν διοίσει πρὸς τὸν λόγον· ἅπαντα γὰρ ταῦτα φαίνεται πρὸς ἄλληλα καὶ μάλα οἰκείως ἔχοντα.