Introduction
Julian was Supreme Pontiff, and as such felt responsible for the teachings and conduct of the priesthood. He saw that in order to offset the influence of the Christian priests which he thought was partly due to their moral teaching, partly to their charity towards the poor, the pagans must follow their example. Hitherto the preaching of morals had been left to the philosophers. Julian's admonitions as to the treatment of the poor and of those in prison, and the rules that he lays down for the private life of a priest are evidently borrowed from the Christians.
This Fragment occurs in the Vossianus MS., inserted in the Letter to Themistius,[493] and was identified and published separately by Petavius. It was probably written when Julian was at Antioch on the way to Persia.
FRAGMENTUM EPISTOLAE
.... πλὴν ἢν εἰς τὸν βασιλέα ἐπίδωσιν ἀτακτοῦντάς τινας, αὐτίκα μάλα κολάζουσιν· ἐπὶ δὲ τοὺς οὐ προσιόντας τοῖς θεοῖς ἐστι τὸ τῶν πονηρῶν δαιμόνων τεταγμένον φῦλον, [B] ὑφ᾽ ὧν οἱ πολλοὶ παροιστρούμενοι τῶν ἀθέων ἀναπείθονται θανατᾶν, ὡς ἀναπτησόμενοι πρὸς τὸν οὐρανόν, ὅταν ἀπορρήξωσι τὴν ψυχὴν βιαίως. εἰσὶ δὲ οἳ καὶ τὰς ἐρημίας ἀντὶ τῶν πόλεων διώκουσιν, ὄντος τἀνθρώπου φύσει πολιτικοῦ ζῴου καὶ ἡμέρου, δαίμοσιν ἐκδεδομένοι πονηροῖς, ὑφ᾽ ὧν εἰς ταύτην ἄγονται τὴν μισανθρωπίαν. ἤδη δὲ καὶ δεσμὰ καὶ κλοιοὺς ἐξηῦρον οἱ πολλοὶ τούτων· οὕτω πανταχόθεν αὐτοὺς ὁ κακὸς συνελαύνει δαίμων, ᾧ δεδώκασιν ἑκόντες ἑαυτούς, ἀποστάντες τῶν ἀιδίων καὶ σωτήρων θεῶν. [C] ἀλλ᾽ ὑπὲρ μὲν τούτων ἀπόχρη τοσαῦτα εἰπεῖν· ὅθεν δ᾽ ἐξέβην εἰς τοῦτο ἐπανήξω.
(.... Only[494] that they chastise, then and there, any whom they see rebelling against their king. And the tribe of evil demons is appointed to punish those who do not worship the gods, and stung to madness by them many atheists are induced to court death in the belief that they will fly up to heaven when they have brought their lives to a violent end. Some men there are also who, though man is naturally a social and civilised being, seek out desert places instead of cities, since they have been given over to evil demons and are led by them into this hatred of their kind. And many of them have even devised fetters and stocks to wear; to such a degree does the evil demon to whom they have of their own accord given themselves abet them in all ways, after they have rebelled against the everlasting and saving gods. But on this subject what I have said is enough, and I will go back to the point at which I digressed.)
Δικαιοπραγίας οὖν τῆς μὲν κατὰ τοὺς πολιτικοὺς νόμους εὔδηλον ὅτι μελήσει τοῖς ἐπιτρόποις τῶν πόλεων, πρέποι δ᾽ ἂν καὶ ὑμῖν εἰς παραίνεσιν τὸ μὴ παραβαίνειν ἱεροὺς ὄντας τῶν θεῶν τοὺς νόμους. [289] ἐπεὶ δὲ τὸν ἱερατικὸν βίον εἶναι χρὴ τοῦ πολιτικοῦ σεμνότερον, ἀκτέον ἐπὶ τοῦτον καὶ διδακτέον· ἕψονται δέ, ὡς εἰκός, οἱ βελτίους· ἐγὼ μὲν γὰρ εὔχομαι καὶ πάντας, ἐλπίζω δὲ τοὺς ἐπιεικεῖς φύσει καὶ σπουδαίους· ἐπιγνώσονται γὰρ οἰκείους ὄντας ἑαυτοῖς τοὺς λόγους.
(Though just conduct in accordance with the laws of the state will evidently be the concern of the governors of cities, you in your turn will properly take care to exhort men not to transgress the laws of the gods, since those are sacred. Moreover, inasmuch as the life of a priest ought to be more holy than the political life, you must guide and instruct men to adopt it. And the better sort will naturally follow your guidance. Nay I pray that all men may, but at any rate I hope that those who are naturally good and upright will do so; for they will recognise that your teachings are peculiarly adapted to them.)
Ἀσκητέα τοίνυν πρὸ πάντων ἡ φιλανθρωπία· ταύτῃ γὰρ ἕπεται πολλὰ μὲν καὶ ἄλλα τῶν ἀγαθῶν, [B] ἐξαίρετον δὲ δὴ καὶ μέγιστον ἡ παρὰ τῶν θεῶν εὐμένεια. καθάπερ γὰρ οἱ τοῖς ἑαυτῶν δεσπόταις συνδιατιθέμενοι περί τε φιλίας καὶ σπουδὰς καὶ ἔρωτας ἀγαπῶνται πλέον τῶν ὁμοδούλων, οὕτω νομιστέον φύσει φιλάνθρωπον ὂν τὸ θεῖον ἀγαπᾶν τοὺς φιλανθρώπους τῶν ἀνδρῶν. ἡ δὲ φιλανθρωπία πολλὴ καὶ παντοία· [C] καὶ τὸ πεφεισμένως κολάζειν τοὺς ἀνθρώπους ἐπὶ τῷ βελτίονι τῶν κολαζομένων, ὥσπερ οἱ διδάσκαλοι τὰ παιδία, καὶ τὸ τὰς χρείας αὐτῶν ἐπανορθοῦν, ὥσπερ οἱ θεοὶ τὰς ἡμετέρας. ὁρᾶτε ὅσα ἡμῖν δεδώκασιν ἐκ τῆς γῆς ἀγαθά, τροφὰς παντοίας καὶ ὁπόσας οὐδὲ ὁμοῦ πᾶσι τοῖς ζῴοις. ἐπεὶ δὲ ἐτέχθημεν γυμνοί, ταῖς τε τῶν ζῴων ἡμᾶς θριξὶν ἐσκέπασαν καὶ τοῖς ἐκ τῆς γῆς φυομένοις καὶ τοῖς ἐκ δένδρων, καὶ οὐκ ἤρκεσεν ἁπλῶς οὐδὲ αὐτοσχεδίως, [D] καθάπερ ὁ Μωυσῆς ἔφη τοὺς χιτῶνας [pg 300] λαβεῖν δερματίνους, ἀλλ᾽ ὁρᾶτε ὅσα ἐγένετο τῆς Ἐργάνης Ἀθηνᾶς τὰ δῶρα. ποῖον οἴνῳ χρῆται ζῷον; ποῖον ἐλαίῳ; πλὴν εἴ τισιν ἡμεῖς καὶ τούτων μεταδέδομεν, οἱ τοῖς ἀνθρώποις οὐ μεταδιδόντες. τί δὲ τῶν θαλαττίων σίτῳ, τί δὲ τῶν χερσαίων τοῖς ἐν τῇ θαλάττῃ χρῆται; χρυσὸν οὔπω λέγω καὶ χαλκὸν καὶ σίδηρον, οἷς πᾶσιν οἱ θεοὶ ζαπλούτους ἡμᾶς ἐποίησαν, οὐχ ἵνα ὄνειδος αὐτῶν περιορῶμεν περινοστοῦντας τοὺς πένητας, ἄλλως τε ὅταν [290] καὶ ἐπιεικεῖς τινες τύχωσι τὸν τρόπον, οἷς πατρῷος μὲν κλῆρος οὐ γέγονεν, ὑπὸ δὲ μεγαλοψυχίας ἥκιστα ἐπιθυμοῦντες χρημάτων πένονται. τούτους ὁρῶντες οἱ πολλοὶ τοὺς θεοὺς ὀνειδίζουσιν. αἴτιοι δὲ θεοὶ μὲν οὐκ εἰσὶ τῆς τούτων πενίας, ἡ δὲ ἡμῶν τῶν κεκτημένων ἀπληστία καὶ τοῖς ἀνθρώποις ὑπὲρ τῶν θεῶν οὐκ ἀληθοῦς ὑπολήψεως αἰτία γίνεται καὶ προσέτι τοῖς θεοῖς ὀνείδους ἀδίκου. [B] τί γὰρ ἀπαιτοῦμεν, ἵνα χρυσὸν ὥσπερ τοῖς Ῥοδίοις ὁ θεὸς ὕσῃ τοῖς πένησιν; ἀλλὰ εἰ καὶ τοῦτο γένοιτο, ταχέως ἡμεῖς ὑποβαλόμενοι τοὺς οἰκέτας καὶ προθέντες πανταχοῦ τὰ ἀγγεῖα πάντας ἀπελάσομεν, ἵνα μόνοι τὰ κοινὰ τῶν θεῶν ἁρπάσωμεν δῶρα. θαυμάσειε δ᾽ ἄν τις εἰκότως, εἰ τοῦτο μὲν ἀξιοῖμεν[495] οὔτε πεφυκὸς γίνεσθαι καὶ ἀλυσιτελὲς πάντη, τὰ [pg 302] δυνατὰ δὲ μὴ πράττομεν. [C] τίς γὰρ ἐκ τοῦ μεταδιδόναι τοῖς πέλας ἐγένετο πένης; ἐγώ τοι πολλάκις τοῖς δεομένοις προέμενος ἐκτησάμην αὐτὰ παρὰ θεῶν[496] πολλαπλάσια καίπερ ὢν φαῦλος χρηματιστὴς, καὶ οὐδέποτέ μοι μετεμέλησε προεμένῳ. καὶ τὰ μὲν νῦν οὐκ ἂν εἴποιμι· καὶ γὰρ ἂν εἴη παντελῶς ἄλογον, εἰ τοὺς ἰδιώτας ἀξιώσαιμι βασιλικαῖς παραβάλλεσθαι χορηγίαις· [D] ἀλλ᾽ ὅτε ἔτι ἐτύγχανον ἰδιώτης, σύνοιδα ἐμαυτῷ τοῦτο ἀποβὰν πολλάκις. ἀπεσώθη μοι τέλειος ὁ κλῆρος τῆς τήθης, ἐχόμενος ὑπ᾽ ἄλλων βιαίως ἐκ βραχέων ὧν εἶχον ἀναλίσκοντι τοῖς δεομένοις καὶ μεταδιδόντι.