(“But Zeus was older and wiser.”[22])
[C] ἐπιστήμῃ γὰρ ἡμῶν οἱ θεοὶ διαφέρουσιν. ἡγεῖται γὰρ ἴσως καὶ αὐτοῖς τῶν καλῶν τὸ αὑτοὺς γινώσκειν· ὄσῳ δὴ κρείττονες ἡμῶν εἰσι τὴν οὐσίαν, τοσούτῳ γνόντες ἑαυτοὺς ἴσχουσι βελτιόνων γνώσιν. μηδεὶς οὖν ἡμῖν τὴν φιλοσοφίαν εἰς πολλὰ διαιρείτω μηδὲ εἰς πολλὰ τεμνέτω, μᾶλλον δὲ μὴ πολλὰς ἐκ μιᾶς ποιείτω. ὥσπερ γὰρ ἀλήθεια μία, οὕτω δὲ καὶ φιλοσοφία μία· θαυμαστὸν δὲ οὐδέν, εἰ κατ᾽ ἄλλας καὶ ἄλλας ὁδοὺς ἐπ᾽ αὐτὴν πορευόμεθα. ἐπεὶ κἄν, [D] εἴ τις θέλοι τὼν ξένων ἢ ναὶ μὰ Δία τῶν πάλαι πολιτῶν ἐπανελθεῖν εἰς Ἀθήνας, δύναιτο μὲν καὶ πλεῖν καὶ βαδίζειν, ὁδεύων δὲ οἶμαι διὰ γῆς ἢ ταῖς πλατείαις χρῆσθαι λεωφόροις ἢ ταῖς ἀτραποῖς καὶ συντόμοις ὁδοῖς· καὶ πλεῖν μέντοι δυνατὸν παρὰ τοὺς αἰγιαλούς, καὶ δὴ καὶ κατὰ τὸν Πύλιον γέροντα τέμνοντα πέλαγος μέσον. μὴ δὲ τοῦτό τις ἡμῖν προφερέτω, εἴ τινες τῶν κατ᾽ αὐτὰς ἰόντων τὰς ὁδοὺς ἀπεπλανήθησαν καὶ ἀλλαχοῦ που γενόμενοι, [185] καθάπερ ὑπὸ τῆς Κίρκης ἢ τῶν Λωτοφάγων ἡδονῆς ἢ δόξης ᾿ἤ τινος ἄλλου δελεασθέντες, ἀπελείφθησαν τοῦ πρόσω βαδίζειν καὶ ἐφικνεῖσθαι τοῦ τέλους, τοὺς πρωτεύσαντας δὲ ἐν ἑκάστῃ τῶν αἱρέσεων σκοπείτω, καὶ πάντα εὑρήσει σύμφωνα.
(For it is in knowledge that the gods surpass ourselves. And it may well be that with them also what ranks as noblest is self-knowledge. In proportion then as they are nobler than we in their essential nature, that self-knowledge of theirs is a knowledge of higher things. Therefore, I say, let no one divide philosophy into many kinds or cut it up into many parts, or rather let no one make it out to be plural instead of one. For even as truth is one, so too philosophy is one. But it is not surprising that we travel to it now by one road, now by another. For if any stranger, or, by Zeus, any one of her oldest inhabitants wished to go up to Athens, he could either sail or go by road, and if he travelled by land he could, I suppose, take either the broad highways or the paths and roads that are short cuts. And moreover he could either sail along the coasts or, like the old man of Pylos,[23] “cleave the open sea.” And let no one try to refute me by pointing out that some philosophers in travelling by those very roads have been known to lose their way, and arriving in some other place have been captivated, as though by Circe or the Lotus-Eaters, that is to say by pleasure or opinion or some other bait, and so have failed to go straight forward and attain their goal. Rather he must consider those who in every one of the philosophic sects did attain the highest rank, and he will find that all their doctrines agree.)
Οὐκοῦν ὁ μὲν ἐν Δελφοῖς θεὸς τὸ Γνῶθι σαυτὸν προαγορεύει, Ἡράκλειτος δὲ “ἐδιζησάμην ἐμεωυτόν,” ἀλλὰ καὶ Πυθαγόρας οἵ τε ἀπ᾽ ἐκείνου μέχρι Θεοφράστου τὸ κατὰ δύναμιν ὁμοιοῦσθαι θεῷ φασι, καὶ γὰρ καὶ Ἀριστοτέλης. ὃ γὰρ ἡμεῖς [pg 016] ποτέ, τοῦτο ὁ θεὸς ἀεί. γελοῖον οὖν ἂν εἴη τὸν θεὸν ἑαυτὸν μὴ εἰδέναι· κομιδῇ γὰρ οὐδὲν εἴσεται τῶν ἄλλων, εἴπερ ἑαυτὸν ἀγνοοίη· πάντα γὰρ αὐτός ἐστιν, εἴπερ καὶ ἐν ἑαυτῷ καὶ παρ᾽ ἑαυτῷ ἔχει τῶν ὁπωσοῦν ὄντων τὰς αἰτίας, εἴτε ἀθανάτων ἀθανάτους, εἴτε ἐπικήρων οὐ θνητὰς οὐδὲ ἐπικήρους, ἀιδίους δὲ καὶ μενούσας ἀεὶ καὶ αἳ τούτοις εἰσὶν αἰτίαι τῆς ἀειγενεσίας. [C] ἀλλ᾽ οὗτος μὲν ὁ λόγος ἐστὶ μείζων.
(Therefore the god at Delphi proclaims, “Know Thyself,” and Heracleitus says, “I searched myself”;[24] and Pythagoras also and his school and his followers down to Theophrastus, bid us become like God as far as possible, yes and Aristotle too. For what we are sometimes, God is always.[25] It would therefore be absurd that God should not know himself. For he will know nothing at all about other things if he be ignorant of himself. For he is himself everything, seeing that in himself and near himself he keeps the causes of all things that in any way whatever have existence, whether they be immortal causes of things immortal, or causes of perishable things, though themselves not mortal or perishable; for imperishable and ever-abiding are the causes of perpetual generation for the perishable world. But this line of argument is too lofty for the occasion.)
Ὅτι δὲ μία τέ ἐστιν ἀλήθεια καὶ φιλοσοφία μία καὶ ταύτης εἰσὶν ἐρασταὶ ξύμπαντες ὧν τε ὑπεμνήσθην μικρῷ πρότερον ὧν τε ἐν δίκῃ νῦν εἴποιμι ἂν τοὔνομα, τοὺς τοῦ Κιτιέως ὁμιλητὰς λέγω, οἳ τὰς πόλεις ἰδόντες ἀποδιδρασκούσας τὸ λίαν ἀκραιφνὲς καὶ καθαρὸν τῆς ἐλευθερίας τοῦ κυνὸς ἐσκέπασαν αὐτὸν [D] ὥσπερ οἶμαι παραπετάσμασιν οἰκονομίᾳ καὶ τῇ χρηματιστικῇ καὶ τῇ πρὸς τὴν γυναῖκα συνόδῳ καὶ παιδοτροφίᾳ, ἴν᾽ οἶμαι ταῖς πόλεσιν αὐτὸν ἐγγύθεν ἐπιστήσωσι φύλακα· ὅτι δὲ τὸ Γνῶθι σαυτὸν κεφάλαιον τίθενται φιλοσοφίας, οὐ μόνον ἐξ ὧν κατεβάλλοντο ξυγγραμμάτων ὑπὲρ αὐτοῦ τοῦτου πεισθείης ἄν, εἴπερ ἐθέλοις, [pg 018] ἀλλὰ πολὺ πλέον ἀπὸ τοῦ τῆς φιλοσοφίας τέλους· τὸ γὰρ ὁμολογουμένως [186] ζῆν τῇ φύσει τέλος ἐποιήσαντο, οὗπερ οὐχ οἷόv τε τυχεῖν τὸν ἀγνοοῦντα, τίς καὶ ὁποῖος πέφυκεν· ὁ γὰρ ἀγνοῶν ὅστις ἐστίν, οὐκ εἴσεται δήπουθεν ὅ, τι πράττειν ἑαυτῷ προσήκει, ὥσπερ οὐδ᾽ ὁ[26] τὸν σίδηρον ἀγνοῶν εἴσεται, εἴτε αὐτῷ τέμνειν εἴτε μὴ προσήκει, καὶ ὅτου δεῖ τῷ σιδήρῳ πρὸς τὸ δύνασθαι τὸ ἑαυτοῦ πράττειν· ἀλλ᾽ ὅτι μὲν ἡ φιλοσοφία μία τέ ἐστι καὶ πάντες ὡς ἔπος εἰπεῖν ἑνός τινος ἐφιέμενοι ὁδοῖς ἐπὶ τοῦτο διαφόροις ἦλθον, [B] ἀπόχρη τοσαῦτα νῦν εἰπεῖν. ὑπὲρ δὲ τοῦ Κυνισμοῦ σκεπτέον ἔτι.[27]
(Now truth is one and philosophy is one, and they whom I just now spoke of are its lovers one and all; and also they whom I ought in fairness to mention now by name, I mean the disciples of the man of Citium.[28] For when they saw that the cities of Greece were averse to the excessive plainness and simplicity of the Cynic's freedom of manners, they hedged him about with screens as it were, I mean with maxims on the management of the household and business and intercourse with one's wife and the rearing of children, to the end, I believe, that they might make him the intimate guardian of the public welfare.[29] And that they too held the maxim “Know Thyself” to be the first principle of their philosophy you may believe, if you will, not only from the works that they composed on this very subject, but even more from what they made the end and aim of their philosophic teaching. For this end of theirs was life in harmony with nature, and this it is impossible for any man to attain who does not know who and of what nature he is. For a man who does not know himself will certainly not know what it is becoming for him to do; just as he who does not know the nature of iron will not know whether it is suitable to cut with or not, and how iron must be treated so that it may be put to its proper use. For the moment however I have said enough to show that philosophy is one, and that, to speak generally, all philosophers have a single aim though they arrive at that aim by different roads. And now let us consider the Cynic philosophy.)
Εἰ μὲν οὖν ἐπεποίητο τοῖς ἀνδράσι μετά τινος σπουδῆς, ἀλλὰ μὴ μετὰ παιδιᾶς τὰ συγγράμματα, τούτοις ἐχρῆν ἑπόμενον ἐπιχειρεῖν ἕκαστα ὧν διανοούμεθα περὶ τοῦ πράγματος ἐξετάζειν τὸν ἐναντίον καὶ, εἰ μὲν ἐφαίνετο τοῖς παλαιοῖς ὁμολογοῦντα, μήτοι ψευδομαρτυριῶν ἡμῖν ἐπισκήπτειν, εἰ δὲ μή, τότε ἐξορίζειν αὐτὰ τῆς ἀκοῆς ὥσπερ Ἀθηναῖοι τὰ ψευδῆ γράμματα τοῦ Μητρῴου. ἐπεὶ δὲ οὐδὲν ἐστιν, [C] ὡς ἔφην, τοιοῦτον· αἵ τε γὰρ θρυλούμεναι Διογένους τραγῳδίαι Φιλίσκου τινὸς Αἰγινήτου λέγονται εἶναι, καί, εἰ Διογένους δὴ[30] εἶεν, οὐδὲν ἄτοπόν ἐστι τὸν σοφὸν παίζειν, ἐπεί καὶ τοῦτο πολλοὶ φαίνονται τῶν φιλοσόφων [pg 020] ποιήσαντες· ἐγέλα τοι, φασί, καὶ Δημόκριτος ὁρῶν σπουδάζοντας τοὺς ἀνθρώπους· μὴ δὴ πρὸς τὰς παιδιὰς αὐτῶν ἀποβλέπωμεν, ὥσπερ οἱ μανθάνειν τι [D] σπουδαῖον ἥκιστα ἐρῶντες, πόλει παραβάλλοντες εὐδαίμονι, πολλῶν μὲν ἱερῶν, πολλῶν δὲ ἀπορρήτων τελετῶν πλήρει, καὶ μυρίων ἔνδον ἱερέων ἁγνῶν ἐν ἁγνοῖς μενόντων χωρίοις· αὐτοῦ δὲ ἕνεκα πολλάκις τούτου, λέγω δὲ τοῦ καθαρεύειν τὰ εἴσω πάντα, τὰ περιττὰ καὶ βδελυρὰ καὶ φαῦλα τῆς πόλεως ἀπεληλακόσι,[31] λουτρὰ δημόσια καὶ χαμαιτυπεῖα καὶ καπηλεῖα καὶ πάντα ἁπλῶς τὰ τοιαῦτα· εἶτα ἄχρι τούτου γενόμενοι εἴσω μὴ παρίασιν.[32] ὁ μὲν γὰρ τοῖς τοιούτοις ἐντυχών, [187] εἶτα τοῦτο οἰηθεὶς εἶναι τὴν πόλιν ἄθλιος μὲν ἀποφυγών, ἀθλιώτερος δὲ κάτω μείνας, ἐξὸν ὑπερβάντα μικρὸν ἰδεῖν τὸν Σωκράτη· χρήσομαι γὰρ ἐκείνοις ἐγὼ τοῖς ῥήμασιν, οἷς Ἀλκιβιάδης ἐπαινῶν Σωκράτη. φημὶ γὰρ δὴ τὴν Κυνικὴν φιλοσοφίαν ὁμοιοτάτην εἶναι τοῖς Σειληνοῖς τούτοις τοῖς ἐν τοῖς ἑρμογλυφείοις καθημένοις, οὕστινας ἐργάζονται οἱ δημιουργοὶ σύριγγας ἢ αὐλοὺς ἔχοντας· οἳ διχάδε[33] [B] διοιχθέντες ἔνδον φαίνονται ἀγάλματα ἔχοντες θεῶν. ὡς ἂν οὖν μὴ τοιοῦτόν τι πάθωμεν, ὅσα ἔπαιξε ταῦτα αὐτὸν ἐσπουδακέναι νομίσαντες· ἔστι μὲν γάρ τι καὶ ἐν ἐκείνοις οὐκ ἄχρηστον, ὁ Κυνισμὸς δέ ἐστιν [pg 022] ἕτερον, ὡς αὐτίκα μάλα δεῖξαι πειράσομαι· δεῦρο ἴδωμεν ἐφεξῆς ἀπὸ τῶν ἔργων, ὥσπερ αἱ ἐξιχνεύουσαι κύνες μεταθέουσι τὰ θηρία.
(If the Cynics had composed treatises with any serious purpose and not merely with a frivolous aim, it would have been proper for my opponent to be guided by these and to try in each case to refute the opinions that I hold on the subject; and then, if they proved to be in harmony with those original doctrines, he could not attack me for bearing false witness; but if they proved not to be in harmony, then he could have barred my opinions from a hearing, as the Athenians barred spurious documents from the Metroum.[34] But, as I said, nothing of that sort exists. For the much-talked-of tragedies of Diogenes are now said to be the work of a certain Philiscus[35] of Aegina; though even if they were by Diogenes there would be nothing out of the way in a wise man's jesting, since many philosophers have been known to do so. For Democritus also, we are told, used to laugh when he saw men taking things seriously. Well then I say we must not pay any attention to their frivolous writings, like men who have no desire at all to learn anything of serious interest. Such men when they arrive at a prosperous city abounding in sacrifices and secret rites of many kinds, and containing within it countless holy priests who dwell in the sacred enclosures, priests who for this very purpose, I mean in order to purify everything that is within their gates, have expelled all that is sordid and superfluous and vicious from the city, public baths and brothels, and retail shops, and everything of the sort without exception: such men, I say, having come as far as the quarter where all such things are, do not enter the city itself. Surely a man who, when he comes upon the things that have been expelled, thinks that this is the city, is despicable indeed if he depart on the instant, but still more despicable if he stay in that lower region, when he might by taking but a step across the threshold behold Socrates himself. For I will borrow those famous phrases of Alcibiades in his praise of Socrates,[36] and I assert that the Cynic philosophy is very like those images of Silenus that sit in the shops of the statuaries, which the craftsmen make with pipes or flutes in their hands, but when you open them you see that inside they contain statues of the gods. Accordingly, that we may not make that sort of mistake and think that his jesting was sober earnest (for though there is a certain use even in those jests, yet Cynicism itself is something very different, as I shall presently try to prove), let us consider it in due course from its actual practice and pursue it like hounds that track down wild beasts in the chase.)
Ἡγεμόνα μὲν οὖν οὐ ῥᾴδιον εὑρεῖν, ἐφ᾽ ὃν ἀνενέγκαι χρὴ πρῶτον αὐτό, [C] εἰ καί τινες ὑπολαμβάνουσιν ἀντισθένει τοῦτο καὶ Διογένει προσήκειν. τοῦτο γοῦν ἔοικεν Οἰνόμαος οὐκ ἀτόπως λέγειν· ὁ Κυνισμὸς οὔτε Ἀντισθενισμός ἐστιν οὔτε Διογενισμός. λέγουσι μὲν γὰρ οἱ γενναιότεροι τῶν κυνῶν, ὅτι καὶ ὁ μέγας Ἡρακλῆς, ὥσπερ οὖν τῶν ἄλλων ἀγαθῶν ἡμῖν[37] αἴτιος κατέστη, οὕτω δὲ καὶ τούτου τοῦ βίου παράδειγμα τὸ μέγιστον[38] κατέλιπεν ἀνθρώποις. ἐγὼ δὲ ὑπὲρ τῶν θεῶν καὶ τῶν εἰς θείαν λῆξιν πορευθέντων εὐφημεῖν ἐθέλων [D] πείθομαι μὲν καὶ πρὸ τούτου τινὰς οὐκ ἐν Ἕλλησι μόνον, ἀλλὰ καὶ βαρβάροις οὕτω φιλοσοφῆσαι·[39] αὕτη γὰρ ἡ φιλοσοφία κοινή πως ἔοικεν εἶναι καὶ φυσικωτάτη καὶ δεῖσθαι οὐδ᾽ ἡστινοσοῦν πραγματείας· ἀλλὰ ἀπόχρη μόνον ἑλέσθαι τὰ σπουδαῖα ἀρετῆς ἐπιθυμίᾳ καὶ φυγῇ κακίας, καὶ οὔτε βίβλους ἀνελίξαι δεῖ μυρίας· πολυμαθία γάρ, φασί, νόον οὐ διδάσκει· οὔτε ἄλλο τι τῶν τοιούτων παθεῖν, ὅσα καὶ οἷα πάσχουσιν οἱ διὰ τῶν ἄλλων αἱρέσεων ἰόντες, [188] ἀλλὰ ἀπόχρη μόνον δύο ταῦτα τοῦ Πυθίου [pg 024] παραινοῦντος ἀκοῦσαι, τὸ Γνῶθι σαυτὸν καὶ Παραχάραξον τὸ νόμισμα· πέφηνεν οὖν ἡμῖν ἀρχηγὸς τῆς φιλοσοφίας ὅσπερ οἶμαι τοῖς Ἕλλησι κατέστη τῶν καλῶν ἁπάντων αἴτιος, ὁ τῆς Ἑλλάδος κοινὸς ἡγεμὼν καὶ νομοθέτης καὶ βασιλεύς, ὁ ἐν Δελφοῖς θεός, ὃν ἐπειδὴ μὴ θέμις ἦν τι διαλαθεῖν, οὐδὲ ἡ Διογένους ἐπιτηδειότης ἔλαθε. προύτρεψε δὲ αὐτὸν οὐχ ὥσπερ τοὺς ἄλλους ἔπεσιν ἐντείνων τὴν παραίνεσιν, [B] ἀλλ᾽ ἔργῳ διδάσκων ὅ,τι βούλεται συμβολικῶς διὰ δυοῖν ὀνομάτοιν, Παραχάραξον εἰπὼν τὸ νόμισμα· τὸ γάρ Γνῶθι σαυτὸν οὐκ ἐκείνῳ μόνον,[40] ἀλλὰ καὶ τοῖς ἄλλοις ἔφη καὶ λέγει, πρόκειται γὰρ οἶμαι τοῦ τεμένους. ηὑρήκαμεν δὴ τὸν ἀρχηγέτην τῆς φιλοσοφίας, ὥς που καὶ ὁ δαιμόνιός φησιν Ἰάμβλιχος, ἀλλὰ καὶ τοὺς κορυφαίους ἐν αὐτῇ, Ἀντισθένη καὶ Διογένη καὶ Κράτητα, οἷς τοῦ βίου σκοπὸς ἦν καὶ τέλος αὑτοὺς οἶμαι γνῶναι καὶ τῶν κενῶν ὑπεριδεῖν δοξῶν, ἀληθείας δέ, ἣ πάντων μὲν ἀγαθῶν θεοῖς, πάντων δὲ ἀνθρώποις ἡγεῖται, ὅλῃ, [C] φασίν, ἐπιδράξασθαι τῇ διανοίᾳ, ἧς οἶμαι καὶ Πλάτων καὶ Πυθαγόρας καὶ Σωκράτης οἵ τε ἐκ τοῦ Περιπάτου καὶ Ζήνων ἕνεκα πάντα ὑπέμειναν πόνον, αὑτούς τε ἐθέλοντες γνῶναι καὶ μὴ κεναῖς ἕπεσθαι δόξαις, ἀλλὰ τὴν ἐν τοῖς οὖσιν ἀλήθειαν ἀνιχνεῦσαι.