Δεύτερον δ' ἄτοπον, ὅτι κἂν κάτω συγχωρηθῇ φέρεσθαι πᾶσα καὶ μὴ κατ' ἄλλο χωρίον ἢ τὴν κοίλην φλέβα, τίνα τρόπον εἰς τοὺς νεφροὺς ἐμπεσεῖται, χαλεπόν, μᾶλλον δ' ἀδύνατον εἰπεῖν, μήτ' ἐν τοῖς κάτω μέρεσι κειμένων αὐτῶν τῆς φλεβὸς ἀλλ' ἐκ τῶν πλαγίων μήτ' ἐμφυομένης εἰς αὐτοὺς τῆς κοίλης ἀλλ' ἀπόφυσίν τινα μόνον εἰς ἑκάτερον πεμπούσης, ὥσπερ καὶ εἰς τἆλλα πάντα μόρια.
Τίς οὖν ἡ διαδεξαμένη ταύτην δόξα καταγνωσθεῖσαν; ἐμοὶ μὲν ἠλιθιωτέρα μακρῷ φαίνεται τῆς προτέρας. ἤκμασε δ' οὖν καὶ αὕτη ποτέ. φασὶ γάρ, εἰ κατὰ τῆς γῆς ἐκχυθείη μεμιγμένον ἔλαιον ὕδατι, διάφορον ἑκάτερον ὁδὸν βαδιεῖσθαι καὶ ῥυήσεσθαι τὸ μὲν τῇδε, τὸ δὲ τῇδε. θαυμαστὸν οὖν οὐδὲν εἶναί φασιν, εἰ τὸ μὲν ὑδατῶδες ὑγρὸν εἰς τοὺς νε||70φροὺς ῥεῖ, τὸ δ' αἷμα διὰ τῆς κοίλης φέρεται κάτω. κατέγνωσται οὖν ἤδη καὶ ἥδε ἡ δόξα. διὰ τί γὰρ ἀπὸ τῆς κοίλης μυρίων ἐκπεφυκυιῶν φλεβῶν αἷμα μὲν εἰς τὰς ἄλλας ἁπάσας, ἡ δ' ὀρρώδης ὑγρότης εἰς τὰς ἐπὶ τοὺς νεφροὺς φερομένας ἐκτρέπεται; τοῦτ' αὐτὸ τὸ ζητούμενον οὐκ εἰρήκασιν, ἀλλὰ τὸ γιγνόμενον εἰπόντες μόνον οἴονται τὴν αἰτίαν ἀποδεδωκέναι.
Πάλιν οὖν, τὸ τρίτον τῷ σωτῆρι, τὴν χειρίστην ἁπασῶν δόξαν ἐξευρημένην νῦν ὑπὸ Λύκου τοῦ Μακεδόνος, εὐδοκιμοῦσαν δὲ διὰ τὸ καινὸν ἤδη λέγωμεν. ἀπεφήνατο γὰρ δὴ ὁ Λύκος οὗτος, ὥσπερ ἐξ ἀδύτου τινὸς χρησμὸν ἀποφθεγγόμενος, περίττωμα τῆς τῶν νεφρῶν θρέψεως εἶναι τὸ οὖρον. ὅτι μὲν οὖν αὐτὸ τὸ πινόμενον ἅπαν οὖρον γίγνεται, πλὴν εἴ τι μετὰ τῶν διαχωρημάτων ὑπῆλθεν ἢ εἰς ἱδρῶτας ἀπεχώρησεν ἢ εἰς τὴν ἄδηλον διαπνοήν, ἐναργῶς ἐνδείκνυται τὸ πλῆθος τῶν καθ' ἑκάστην ἡμέραν οὐρουμένων. ἐν χειμῶνι δὲ μάλιστα μαθεῖν ἔστιν ἐπὶ τῶν ἀργούντων μέν, κωθωνιζομένων δέ, καὶ μάλιστ' εἰ λεπτὸς ὁ οἶνος εἴη καὶ πόριμος. οὐροῦσι || 71 γὰρ οὗτοι διὰ ταχέων ὀλίγου δεῖν, ὅσονπερ καὶ πίνουσιν. ὅτι δὲ καὶ ὁ Ἐρασίστρατος οὕτως ἐγίγνωσκεν, οἱ τὸ πρῶτον ἀνεγνωκότες αὐτοῦ σύγγραμμα τῶν καθόλου λόγων ἐπίστανται. ὥσθ' ὁ Λύκος οὔτ' ἀληθῆ φαίνεται λέγων οὔτ' Ἐρασιστράτεια, δῆλον δ' ὡς οὐδ' Ἀσκληπιάδεια, πολὺ δὲ μᾶλλον οὐδ' Ἱπποκράτεια. λευκῷ τοίνυν κατὰ τὴν παροιμίαν ἔοικε κόρακι μήτ' αὐτοῖς τοῖς κόραξιν ἀναμιχθῆναι δυναμένῳ διὰ τὴν χρόαν μήτε ταῖς περιστεραῖς διὰ τὸ μέγεθος, ἀλλ' οὔτι που τούτου γ' ἕνεκα παροπτέος· ἴσως γάρ τι λέγει θαυμαστόν, ὃ μηδεὶς τῶν ἔμπροσθεν ἔγνω.
Τὸ μὲν οὖν ἅπαντα τὰ τρεφόμενα μόρια ποιεῖν τι περίττωμα συγχωρούμενον, τὸ δὲ τοὺς νεφροὺς μόνους, οὕτω σμικρὰ σώματα, χόας ὅλους τέτταρας ἢ καὶ πλείους ἴσχειν ἐνίοτε περιττώματος οὔθ' ὁμολογούμενον οὔτε λόγον ἔχον· τὸ γὰρ ἑκάστου τῶν μειζόνων σπλάγχνων περίττωμα πλεῖον ἀναγκαῖον ὑπάρχειν. οἷον αὐτίκα τὸ τοῦ πνεύμονος, εἴπερ ἀνάλογον τῷ μεγέθει τοῦ σπλάγχνου γίγνοιτο, πολλαπλα||72σιον ἔσται δήπου τοῦ κατὰ τοὺς νεφρούς, ὥσθ' ὅλος μὲν ὁ θώραξ ἐμπλησθήσεται, πνιγήσεται δ' αὐτίκα τὸ ζῷον. ἀλλ' εἰ ἴσον φήσει τις γίγνεσθαι τὸ καθ' ἕκαστον τῶν ἄλλων μορίων περίττωμα, διὰ ποίων κύστεων ἐκκρίνεται; εἰ γὰρ οἱ νεφροὶ τοῖς κωθωνιζομένοις τρεῖς ἢ τέτταρας ἐνίοτε χόας ποιοῦσι περιττώματος, ἑκάστου τῶν ἄλλων σπλάγχνων πολλῷ πλείους ἔσονται καὶ πίθου τινὸς οὕτω μεγίστου δεήσει τοῦ δεξομένου τὰ πάντων περιττώματα. καίτοι πολλάκις, ὅσον ἔπιέ τις, ὀλίγου δεῖν οὔρησεν ἅπαν, ὡς ἂν ἐπὶ τοὺς νεφροὺς φερομένου τοῦ πόματος ἅπαντος.
Ἔοικεν οὖν ὁ τὸ τρίτον ἐξαπατῶν οὗτος οὐδὲν ἀνύειν ἀλλ' εὐθὺς γεγονέναι κατάφωρος καὶ μένειν ἔτι τὸ ἐξ ἀρχῆς ἄπορον Ἐρασιστράτῳ τε καὶ τοῖς ἄλλοις ἅπασι πλὴν Ἱπποκράτους. διατρίβω δ' ἑκὼν ἐν τῷ τόπῳ σαφῶς εἰδώς, ὅτι μηδὲν εἰπεῖν ἔχει μηδεὶς ἄλλος περὶ τῆς τῶν νεφρῶν ἐνεργείας, ἀλλ' ἀναγκαῖον ἢ τῶν μαγείρων ἀμαθεστέρους φαίνεσθαι μηδ' ὅτι διηθεῖται δι' αὐτῶν τὸ οὖρον ὁμολογοῦντας ἢ || 73 τοῦτο συγχωρήσαντας μηδὲν ἔτ' ἔχειν εἰπεῖν ἕτερον αἴτιον τῆς διακρίσεως πλὴν τῆς ὁλκης.
Ἀλλ' εἰ μὴ τῶν οὔρων ἡ φορὰ τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ γίγνεται, δῆλον, ὡς οὐδ' ἡ τοῦ αἵματος οὐδ' ἡ τῆς χολῆς ἢ εἴπερ ἐκείνων καὶ τούτου· πάντα γὰρ ὡσαύτως ἀναγκαῖον ἐπιτελεῖσθαι καὶ κατ' αὐτὸν τὸν Ἐρασίστρατον.
Εἰρήσεται δ' ἐπὶ πλέον ὑπὲρ αὐτῶν ἐν τῷ μετὰ ταῦτα γράμματι.