I

74 Ὅτι μὲν οὖν ἀναγκαῖόν ἐστιν οὐκ Ἐρασιστράτῳ μόνον ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασιν, ὅσοι μέλλουσι περὶ διακρίσεως οὔρων ἐρεῖν τι χρηστόν, ὁμολογῆσαι δύναμίν τιν' ὑπάρχειν τοῖς νεφροῖς ἕλκουσαν εἰς ἑαυτοὺς ποιότητα τοιαύτην, οἵα ἐν τοῖς οὔροις ἐστί, διὰ τοῦ πρόσθεν ἐπιδέδεικται γράμματος, ἀναμιμνησκόντων ἅμ' αὐτῷ καὶ τοῦθ' ἡμῶν, ὡς οὐκ ἄλλως μὲν εἰς τὴν κύστιν φέρεται τὰ οὖρα διὰ τῶν νεφρῶν, ἄλλως δ' εἰς ἅπαντα τοῦ ζῴου τὰ μόρια τὸ αἷμα, κατ' ἄλλον δέ τινα τρόπον ἡ ξανθὴ χολὴ διακρίνεται. δειχθείσης γὰρ ἐναργῶς ἐφ' ἑνὸς || 75 οὑτινοσοῦν ὀργάνου τῆς ἑλκτικῆς τε καὶ ἐπισπαστικῆς ὀνομαζομένης δυνάμεως οὐδὲν ἔτι χαλεπὸν ἐπὶ τὰ λοιπὰ μεταφέρειν αὐτήν· οὐ γὰρ δὴ τοῖς μὲν νεφροῖς ἡ φύσις ἔδωκέ τινα τοιαύτην δύναμιν, οὐχὶ δέ γε καὶ τοῖς τὸ χολῶδες ὑγρὸν ἕλκουσιν ἀγγείοις οὐδὲ τούτοις μέν, οὐκέτι δὲ καὶ τῶν ἄλλων μορίων ἑκάστῳ. καὶ μὴν εἰ τοῦτ' ἀληθές ἐστι, θαυμάζειν χρὴ τοῦ Ἐρασιστράτου ψευδεῖς οὕτω λόγους ὑπὲρ ἀναδόσεως τροφῆς εἰπόντος, ὡς μηδ' Ἀσκληπιάδην λαθεῖν. καίτοι γ' οἴεται παντὸς μᾶλλον ἀληθὲς ὑπάρχειν, ὡς, εἴπερ ἐκ τῶν φλεβῶν ἀπορρέοι τι, δυοῖν θάτερον ἢ κενὸς ἔσται τόπος ἀθρόως ἢ τὸ συνεχὲς ἐπιρρυήσεται τὴν βάσιν ἀναπληροῦν τοῦ κενουμένου. ἀλλ' ὅ γ' Ἀσκληπιάδης οὐ δυοῖν θάτερόν φησιν, ἀλλὰ τριῶν ἕν τι χρῆναι λέγειν ἐπὶ τοῖς κενουμένοις ἀγγείοις ἕπεσθαι ἢ κενὸν ἀθρόως τόπον ἢ τὸ συνεχὲς ἀκολουθήσειν ἢ συσταλήσεσθαι τὸ ἀγγεῖον. ἐπὶ μὲν γὰρ τῶν καλάμων καὶ τῶν αὐλίσκων τῶν εἰς τὸ ὕδωρ καθιεμένων ἀληθὲς εἰπεῖν, ὅτι κενουμένου τοῦ περιεχομένου κατὰ τὴν || 76 εὐρυχωρίαν αὐτῶν ἀέρος ἢ κενὸς ἀθρόως ἔσται τόπος ἢ ἀκολουθήσει τὸ συνεχές· ἐπὶ δὲ τῶν φλεβῶν οὐκέτ' ἐγχωρεῖ, δυναμένου δὴ τοῦ χιτῶνος αὐτῶν εἰς ἑαυτὸν συνιζάνειν καὶ διὰ τοῦτο καταπίπτειν εἰς τὴν ἐντὸς εὐρυχωρίαν. οὕτω μὲν δὴ ψευδὴς ἡ περὶ τῆς πρὸς τὸ κενούμενον ἀκολουθίας οὐκ ἀπόδειξις μὰ Δί' εἴποιμ' ἂν ἀλλ' ὑπόθεσις Ἐρασιστράτειος.

Καθ' ἕτερον δ' αὖ τρόπον, εἰ καὶ ἀληθὴς εἴη, περιττή, τῆς μὲν κοιλίας ἐνθλίβειν ταῖς φλεψὶ δυναμένης, ὡς αὐτὸς ὑπέθετο, τῶν φλεβῶν δ' αὖ περιστέλλεσθαι τῷ ἐνυπάρχοντι καὶ προωθεῖν αὐτό. τά τε γὰρ ἄλλα καὶ πλῆθος οὐκ ἂν ἐν τῷ σώματι γένοιτο, τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ μόνῃ τῆς ἀναδόσεως ἐπιτελουμένης. εἰ μὲν οὖν ἡ τῆς γαστρὸς ἔνθλιψις ἐκλύεται προϊοῦσα καὶ μέχρι παντὸς ἀδύνατός ἐστιν ἐξικνεῖσθαι καὶ διὰ τοῦτ' ἄλλης τινὸς δεῖ μηχανῆς εἰς τὴν πάντη φορὰν τοῦ αἵματος, ἀναγκαία μὲν ἡ πρὸς τὸ κενούμενον ἀκολουθία προσεξεύρηται· πλῆθος δ' ἐν οὐδενὶ τῶν μεθ' ἧπαρ ἔσται || 77 μορίων, ἤ, εἴπερ ἄρα, περὶ τὴν καρδίαν τε καὶ τὸν πνεύμονα. μόνη γὰρ αὕτη τῶν μεθ' ἧπαρ εἰς τὴν δεξιὰν αὑτῆς κοιλίαν ἕλκει τὴν τροφήν, εἶτα διὰ τῆς φλεβός τῆς ἀρτηριώδους ἐκπέμπει τῷ πνεύμονι· τῶν γὰρ ἄλλων οὐδὲν οὐδ' αὐτὸς ὁ Ἐρασίστρατος ἐκ καρδίας βούλεται τρέφεσθαι διὰ τὴν τῶν ὑμένων ἐπίφυσιν. εἰ δέ γ', ἵνα πλῆθος γένηται, φυλάξομεν ἄχρι παντὸς τὴν ῥώμην τῆς κατὰ τὴν κοιλίαν ἐνθλίψεως, οὐδὲν ἔτι δεόμεθα τῆς πρὸς τὸ κενούμενον ἀκολουθίας, μάλιστ' εἰ καὶ τὴν τῶν φλεβῶν συνυποθοίμεθα περιστολήν, ὡς αὖ καὶ τοῦτ' αὐτῷ πάλιν ἀρέσκει τῷ Ἐρασιστράτῳ.

II

Ἀναμνηστέον οὖν αὖθις αὐτόν, κἂν μὴ βούληται, τῶν νεφρῶν καὶ λεκτέον, ὡς ἔλεγχος οὗτοι φανερώτατος ἁπάντων τῶν ἀποχωρούντων τῆς ὁλκῆς· οὐδεὶς γὰρ οὐδὲν οὔτ' εἶπε πιθανόν, ἀλλ' οὐδ' ἐξευρεῖν εἶχε κατ' οὐδένα τρόπον, ὡς ἔμπροσθεν ἐδείκνυμεν, ἕτερον αἴτιον οὔρων διακρίσεως, ἀλλ' ἀναγκαῖον ἢ μαίνεσθαι δοκεῖν, εἰ φήσαιμεν ἀτμοει||78δῶς εἰς τὴν κύστιν ἰέναι τὸ οὖρον ἢ ἀσχημονεῖν τῆς πρὸς τὸ κενουμένον ἀκολουθίας μνημονεύοντας, ληρώδους μὲν οὔσης κἀπὶ τοῦ αἵματος, ἀδυνάτου δὲ καὶ ἠλιθίου παντάπασιν ἐπὶ τῶν οὔρων.

Ἓν μὲν δὴ τοῦτο σφάλμα τῶν ἀποστάντων τῆς ὁλκῆς· ἕτερον δὲ τὸ περὶ τῆς κατὰ τὴν ξανθὴν χολὴν διακρίσεως. οὐδὲ γὰρ οὐδ' ἐκεῖ παραρρέοντος τοῦ αἵματος τὰ στόματα τῶν χοληδόχων ἀγγείων ἀκριβῶς διακριθήσεται τὸ χολῶδες περίττωμα. καὶ μὴ διακρινέσθω, φασιν, ἄλλα συναναφερέσθω τῷ αἵματι πάντη τοῦ σώματος. ἀλλ', ὦ σοφώτατοι, προνοητικὴν τοῦ ζώου καὶ τεχνικὴν αὐτὸς ὁ Ἐρασίστρατος ὑπέθετο τὴν φύσιν. ἄλλα καὶ τὸ χολῶδες ὑγρόν ἄχρηστον εἶναι παντάπασι τοῖς ζώοις ἔφασκεν. οὐ συμβαίνει δ' ἀλλήλοις ἄμφω ταῦτα. πῶς γὰρ ἂν ἔτι προνοεῖσθαι τοῦ ζώου δόξειεν ἐπιτρέπουσα συναναφέρεσθαι τῷ αἵματι μοχθηρὸν οὕτω χυμόν;

Ἀλλὰ ταῦτα μὲν σμικρά· τὸ δὲ μέγιστον καὶ σαφέστατον πάλιν ἐνταῦθ' ἁμάρτημα καὶ δὴ φράσω. εἴπερ γὰρ δι' οὐδὲν ἄλλ' ἢ ὅτι παχύτερον μέν ἐστι τὸ αἷμα, λεπτοτέρα δ' ἡ || 79 ξανθὴ χολὴ καὶ τὰ μὲν τῶν φλεβῶν εὐρύτερα στόματα, τὰ δὲ τῶν χοληδόχων ἀγγείων στενότερα, διὰ τοῦθ' ἡ μὲν χολὴ τοῖς στενοτέροις ἀγγείοις τε καὶ στόμασιν ἐναρμόττει, τὸ δ' αἷμα τοῖς εὐρυτέροις, δῆλον, ὡς καὶ τὸ ὑδατῶδες τοῦτο καὶ ὀρρῶδες περίττωμα τοσούτῳ πρότερον εἰσρυήσεται τοῖς χοληδόχοις ἀγγείοις, ὅσῳ λεπτότερόν ἐστι τῆς χολῆς. πῶς οὖν οὐκ εἰσρεῖ; ὅτι παχύτερόν ἐστι νὴ Δία τὸ οὖρον τῆς χολῆς· τοῦτο γὰρ ἐτόλμησέ τις εἰπεῖν τῶν καθ' ἡμᾶς Ἐρασιστρατείων ἀποστὰς δηλονότι τῶν αἰσθήσεων, αἷς ἐπίστευσεν ἐπί τε τῆς χολῆς καὶ τοῦ αἵματος. εἴτε γὰρ ὅτι μᾶλλον ἡ χολὴ τοῦ αἵματος ῥεῖ, διὰ τοῦτο λεπτοτέραν αὐτὴν ἡμῖν ἐστι νομιστέον, εἴθ' ὅτι δι' ὀθόνης ἢ ῥάκους ἤ τινος ἠθμοῦ ῥᾷον διεξέρχεται καὶ ταύτης τὸ ὀρρῶδες περίττωμα, κατὰ ταῦτα τὰ γνωρίσματα παχυτέρα τῆς ὑδατώδους ὑγρότητος καὶ αὕτη γενήσεται. πάλιν γὰρ οὐδ' ἐνταῦθα λόγος οὐδείς ἐστιν, ὃς ἀποδείξει λεπτοτέραν τὴν χολὴν τῶν ὀρρωδῶν περιττωμάτων.

Ἀλλ' ὅταν τις ἀναισχυντῇ περιπλέκων τε καὶ μήπω καταπεπτωκέναι συγχωρῶν, || 80 ὅμοιος ἔσται τοῖς ἰδιώταις τῶν παλαιστῶν, οἳ καταβληθέντες ὑπὸ τῶν παλαιστρικῶν καὶ κατὰ τῆς γῆς ὕπτιοι κείμενοι τοσούτου δέουσι τὸ πτῶμα γνωρίζειν, ὥστε καὶ κρατοῦσι τῶν αὐχένων αὐτοὺς τοὺς καταβαλόντας οὐκ ἐῶντες ἀπαλλάττεσθαι, κἀν τούτῳ νικᾶν ὑπολαμβάνουσι.

III