Αὐτὰρ ὁ διογένης ἥρως ξανθὸς Πολυνείκης
Πρῶτα μὲν Οἰδίποδι καλὴν παρέθηκε τράπεζαν
Ἀργυρέην Κάδμοιο θεόφρονος· αὐταρ ἔπειτα
Χρύσεον ἔμπλησεν καλὸν δέπας ἥδεος οἴνου·
Αὐτὰρ ὅγ᾽ ὡς φράσθη παρακείμενα πατρὸς ἑοῖο
Τιμήεντα γέρα, μέγα οἱ κακὸν ἔμπεσε θυμῷ.
Αἶψα δὲ παισὶν ἑοῖσι μετ᾽ ἀμφοτέροισιν ἐπαρὰς
Ἀργαλέας ἠρᾶτο· θεὸν δ᾽ οὐ λάνθαν᾽ Ἐριννύν·
Ὡς οὐ οἱ πατρῷα γ᾽ ἐνὶ φιλότητι δάσαιντο,
Εἶεν δ᾽ αμφοτέροις αἰεὶ πόλεμοί τε μάχαι τε.