πεῖθε πυραίθουσαν καὶ δώματα, σὺν δὲ κάμινος

πᾶσα κυκηθείη κεραμέων μέγα κωκυσάντων.

ὡς γνάθος ἱππείη βρύκει, βρύκοι δὲ κάμινος

πάντ’ ἐντοσθ’ αὐτῆς κεραμήϊα λεπτὰ ποιοῦσα.

δεῦρο καὶ ἠελίου θύγατερ πολυφάρμακε Κίρκη.

ἄγρια φάρμακα βάλλε, κάκου δ’ αὐτούς τε καὶ ἔργα.

δεῦρο δὲ καὶ Χείρων ἀγέτω πολέας Κενταύρους,

οἵ θ’ Ἡρακλείους χεῖρας φύγον, οἵ τ’ ἀπόλοντο·

τύπτοιεν τάδε ἔργα κακῶς, τύπτοι δὲ κάμινον,

αὐτοὶ δ’ οἰμῴζοντες ὁρῷατο ἔργα πονηρά.