Εἰ μὲν δώσετε μισθὸν ἀείσω, ὦ κεραμῆες·

δεῦρ’ ἄγ’ Ἀθηναίη καὶ ὑπείρεχε χεῖρα καμίνου,

εὖ δὲ μελανθεῖεν κότυλοι καὶ πάντα μάλευρα,

φρυχθῆναί τε καλῶς καὶ τιμῆς ὦνον ἀρέσθαι,

πολλὰ μέν εἰν ἀγορῇ πωλεύμενα, πολλὰ δ’ ἀγυιᾶς,

πολλὰ δὲ κερδῆναι, ἡμῖν δὲ δὴ ὥς σφι νοῆσαι.

ἢν δ’ ἐπ’ ἀναιδείην τρεφθέντες ψεύδε’ ἄρησθε,

συγκαλέω δ’ ἤπειτα καμίνῳ δηλητῆρας,

Σύντριβ’ ὁμῶς Σμάραγόν τε καὶ Ἄσβετον ἠδέ γ’ Ἄβακτον,

Ὠμόδαμόν θ’ ὃς τῇδε τέχνῃ κακὰ πολλὰ πορίζοι.