Idem, p. 54.——καὶ γὰρ τοι, πρῶτον μὲν Αμφίπολιν, πόλιν ὑμετέραν, δούλην κατέστησεν, ἣν τότε σύμμαχον αὐτοῦ καὶ φίλην ἒγραψεν.
Idem, p. 60.——ὥστ’ ἐκεῖνος ὁ δουλεύσων ἔμελλεν ἔσεσθαι τοῖς ἀπὸ τῆς εἰρήνης λυσιτελοῦσιν, οὐχ ὑμεις.
Idem, p. 78.——ὅτι ταῦτα μὲν αὐτῷ συνῄδει πεπραγμένα, καὶ δοῦλος ἦν τῶν ῥημάτων τούτων.
Idem, p. 95. Ἐλεγεῖα Σολωνος.
Εἰς δὲ κακήν ταχέως ἤλυθε δουλοσύνην,
Ἥ στάσιν ἔμφυλον, πόλεμόν θ’ εὕδοντ’ ἐπεγείρει,
Ὅς πολλῶν ἐρατὴν ὤλεσεν ἡλικίην.
Idem, p. 97.——οἱ γὰρ ἐν ταῖς πόλεσι γνωριμώτατοι, καὶ προεστάναι τῶν κοινῶν ἀξιούμενοι, τὴν ἁυτῶν προδιδόντες ἐλευθερίαν, οἱ δυστυχεῖς, αὐθαίρετον αὑτοις ἐπάγονται δουλείαν, Φιλίππου φιλίαν, καὶ ξενίαν, καὶ ἑταιρίαν, καὶ τὰ τοιαῦθ’ ὑποκοριζόμενοι.
Oratio adversus Leptinem, p. 174.——πῶς γὰρ οὐχὶ καὶ κατὰ τοῦτο δεινότατ’ ἄν πεπονθὼς ὁ Χαβρίας φανείη εἰ μὴ μόνον εξαρκέσειε τοῖς τα τοιαῦτα πολιτευομένοις τὸν ἐκείνου δοῦλον Λυχίδαν πρόξενον ὑμετερον πεποιηκέναι, ἀλλ’ εἰ καὶ δια τοῦτον πάλιν τῶν ἐκεὶνῳ τι δοθὲντων ἀφελοιντο, χαὶ ταῦτ’ αἰτίαν λέγοντες ψευδῆ;
Oratio contra Midiam, p. 207.——καὶ τοσαύτῃ γ’ ἐχρήσατο ὑπερβολῇ, ὥστε, κᾄν εἰς δοῦλον ὑβρίζῃ τις, ὁμοίως ἒδωκεν ὑπὲρ τούτου γραφήν. * * * ἐπειδή δὲ εὕρεν οὐχ ἐπιτήδειον. μητε πρὸς δοῦλον, μηθ’ ὅλως ἐξεῖναι πραττεῖν ἐπέταξεν.