... ὀρθὸν χῶμ’ Ἀχιλλείου τάφου.

The attitude of Polyxena is based upon the beautiful verses in the messenger’s speech:—

λαβοῦσα πέπλους ἐξ ἄκρας ἐπωμίδος

ἔρῥηξε λαγόνος ἐς μέσον παρ’ ὀμφαλόν,

μαστούς τ’ ἔδειξε στέρνα θ’ ὡς ἀγάλματος

κάλλιστα, καὶ καθεῖσα πρὸς γαῖαν γόνυ

ἔλεξε πάντων τλημονέστατον λόγον·

‘ἰδοὺ τόδ’, εἰ μὲν στέρνον, ὦ νεανία,

παίειν προθυμεῖ, παῖσον, εἰ δ’ ὑπ’ αὐχένα

χρῄζεις, πάρεστι λαιμὸς εὐτρεπὴς ὅδε.’