ἵν’ ἀλλὰ τοῦτο κατθανοῦς’ ἔχω σέθεν
μνημεῖον, εἰ μὴ τοῖς ἐμοῖς πείθει λόγοις.
ἀδελφέ, μικρὸς μὲν σύ γ’ ἐπίκουρος φίλοις,
ὅμως δὲ συνδάκρυσον, ἱκέτευσον πατρὸς
τὴν σὴν ἀδελφὴν μὴ θανεῖν· αἴσθημά τοι
κἀν νηπίοις γε τῶν κακῶν ἐγγίγνεται.
ἰδοὺ σιωπῶν λίσσεταί ς’ ὅδ’, ὦ πάτερ.
ἀλλ’ αἴδεσαί με καὶ κατοίκτειρον βίον.
ναί, πρὸς γενείου ς’ ἀντόμεσθα δύο φίλω·
ὁ μὲν νεοσσός ἐστιν, ἡ δ’ ηὐξημένη. vs. 1238–1248.