I. Πῶς παρὰ μὲν τῷ Ματθαίῷ ὄψε σαββάτων φαίνεται ἐγεγερμένος ὁ Σωτὴρ, παρὰ δὲ τῷ Μάρκῳ πρωί τῇ μιᾷ τῶν σαββάτων.

Τούτου διττὴ ἄν εἴη ἡ λύσις; ὁ μὲν γὰρ [τὸ κεφάλαιον αὐτὸ del.?[505]] τὴν τοῦτο φάσκουσαν περικοπὴν ἀθετῶν, εἴποι ἄν μὴ ἐν ἅπασιν αὐτὴν φέρεσθαι τοῖς ἀντιγράφοις τοῦ κατὰ Μάρκον εὐαγγελίου; τὰ γοῦν ἀκριβῆ τῶν ἀντιγράφων τὸ τέλος περιγράφει τῆς κατὰ τὸν Μάρκον ἱστορίας ἐν τοῖς λόγοις τοῦ ὀφθέντος νεανίσκου ταῖς γυναιξὶ καὶ εἰρηκότος αὐταῖς “μὴ φοβεῖσθε, Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνόν.” καὶ τοῖς ἐξῆς, οἶς ἐπιλέγει: “καὶ ἀκούσασαι ἔφυγον, καὶ οὐδενὶ οὐδὲν εἶπον, ἐφοβοῦντο γάρ.” Ἐν τούτῳ γὰρ σχεδὸν ἐν ἅπασι τοῖς ἀντιγράφοις τοῦ κατὰ Μάρκον εὐαγγελίου περιγέγραπται τὸ τέλος; τὰ δὲ ἑξῆς σπανίως ἔν τισιν ἀλλ᾽ οὐκ ἐν πᾶσι φερόμενα περιττὰ ἄν εἴη, καὶ μάλιστα εἴπεν ἔχοιεν ἀντιλογίαν τῇ τῶν λοιπῶν εὐαγγελιστῶν μαρτυρίᾳ. ταῦτα μὲν οὖν εἴποι ἄν τις παραιτούμενος καὶ τάντη ἀναιρῶν περιττὸν ἐρώτημα. Ἄλλος δέ τις οὐδ᾽ ὁτιοῦν τολμῶν ἀθετεῖν τῶν ὁπωσοῦν ἐν τῇ τῶν εὐαγγελίων γραφῇ φερομένον, διπλῆν εἶναι φησι τὴν ἀναγνωσιν, ὡς καὶ ἐν ἑτέροις πολλοῖς, ἑκατέραν τε παραδεκτέαν ὑπάρχειν, τῷ μὴ μᾶλλον ταύτην ἐκείνης, ἥ ἐκείνην ταύτης, παρὰ τοῖς πιστοῖς καὶ εὐλαβέσιν ἐγκρίνεσθαι.

Καὶ δὴ τοῦδε τοῦ μέρους συγχωρουμένου εἶναι ἀληθοῦς, προσήκει τὸν νοῦν διερμηνεύειν τοῦ ἀναγνώσματος; εἰ γοῦν διέλοιμεν τὴν τοῦ λόγου διάνοιαν, οὐκ ἄν εὕροιμεν αὐτὴν ἐναντίαν τοῖς παρὰ τοῦ Ματθαίου ὀψὲ σαββάτων ἐγηγέρθαι τὸν Σωτῆρα λελεγμένοις; τὸ γὰρ “ἀναστὰς δὲ πρωί τῇ μιᾷ [pg 266] τοῦ σαββάτου” κατὰ τὸν Μάρκον, μετὰ διαστολῆς ἀναγνωσόμεθα; καὶ μετὰ τὸ ἀναστὰς δὲ, ὑποστίξομεν;[506] καὶ τὴν διάνοιαν ἀφορίζομεν τῶν ἑξῆς ἐπιλεγομένων. εἶτα τὸ μὲν ἀναστὰς ἄν, ἐπὶ τὴν παρὰ τῷ Ματθαίῳ ὀψέ σαββάτων. τότε γὰρ ἐγήγετο; τὸ δὲ ἐξῆς ἑτέρας ὄν διανοίας ὑποστατικὸν, συνάψωμεν τοῖς ἐπιλεγομένοις; πρωί γὰρ τῇ μιᾷ τοῦ σαββάτου ἐφάνη Μαρίᾳ τῇ Μαγδαληνῇ. τοῦτο γοῦν ἐδήλωσε καὶ ὁ Ἰωάννης πρωί καὶ αὐτὸς τῇ μιᾷ τοῦ σαββάτου ὦφθαι αὐτὸν τῇ Μαγδαληνῇ μαρτυρήσας. οὕτως οὖν καί παρὰ τῷ Μάρκῳ πρωί ἐφάνη αὐτῇ. οὐ πρωί ἀναστὰς, ἀλλὰ πολὺ πρότερον κατὰ τὸν Ματθαῖον ὀψὲ τοῦ σαββάτου. τότε γὰρ ἀναστὰς ἐφάνη τῇ Μαρίᾳ, οὐ τότε ἀλλὰ πρωί. ὡς παρίστασθαι ἐν τούτοις καιροὺς δύο. τὸν μὲν γὰρ τῆς ἀναστάσεως τὸν ὀψὲ τοῦ σαββάτου, τὸν δὲ τῆς τοῦ Σωτῆρος ἐπιφανείας, τὸν πρωί, ὃν ἔγραψεν ὁ Μάρκος εἰπὼν (ὃ καὶ μετὰ διαστολῆς ἀναγνωστέον) ἀναστὰς δέ; εἶτα ὑποστίξαντες, τὸ ἑξῆς ρητέον, πρωί τῇ μιᾷ τοῦ σαββάτου ἐφάνη Μαρίᾳ τῇ Μαγδαληνῇ, ἀφ᾽ ἦς ἐκβεβλήκει ἑπτὰ δαιμόνια.

II. Πῶς κατὰ τὸν Ματθαῖον ὀψὲ σαββάτων ἡ Μαγδαληνὴ τεθεαμένη τὴν ἀνάστασιν, κατὰ τὸν Ἰωάννην ἡ αὐτὴ ἑστῶσα κλαίει παρὰ τῷ μνημείῳ τῇ μιᾷ τοῦ σαββάτου.

Οὐδὲν ἄν ζητηθείν κατὰ τοὺς τόπους, εἰ τὸ ὀψὲ σαββάτων μὴ τὴν ἑσπερινήν ὥραν τὴν μετὰ τὴν ἡμέραν τοῦ σαββάτου λέγεσθαι ὑπολάβοιμεν, ὥς τινες ὑπειλήφασιν, ἀλλὰ τὸ βραδὺ καὶ ὀψὲ τῆς νυκτὸς τῆς μετὰ τὸ σάββατον, κ.τ.λ.

APPENDIX (C).

Proof that Hesychius is a copyist only in what he says concerning the end of S. Mark's Gospel.

(Referred to at pp. [57-58].)

§ 1. It was confidently stated above (at p. [58]) that Hesychius, discussing the consistency of S. Matthew's ὀψὲ τῶν σαββάτων (chap. xxviii. 1), with the πρωί of S. Mark (chap. xvi. 9), is a copyist only; and that he copies from the “Quaestiones ad Marinum” of Eusebius. The proof of that statement is subjoined. It should perhaps be explained that the extracts in the right-hand column have been dislocated in order to shew their close resemblance to what is set down in the left-hand column from Eusebius:—