Αἰνεῖτ’, ὄφρα τάχιστα τελευτήσω τάδε ἔργα.

Ον δ’ ἂν ἐγὼν ἀπάνευθε θεῶν ἐθέλοντα νοήσω

Ἐλθόντ, ἢ Τρώεσσιν ἀρηγέμεν, ἢ Δαναοῖσι,

Πληγεὶς οὐ κατα κόσμον ἐλευσεται Οὔλυμπόνδε·

Η μιν ἑλὼν ῥίψω ἐς Τάρταρον ἠερόεντα,

Τῆλε μάλ’, ἦχι βάθιστον ὑπο χθονός ἐστι βέρεθρον,

Ἔνθα σιδήρειαί τε πύλαι καὶ χάλκεος οὐδὸς,

Τόσσον ἔνερθ’ Ἀΐδεω, ὅσον οὐρανός ἐστ’ ἀπὸ γαίης·

Γνώσετ’ ἔπειθ’, ὅσον εἰμὶ θεῶν κάρτιστος ἁπάντων.

Εἴ δ’ ἄγε, πειρήσασθε θεοὶ, ἵνα εἴδετε πάντες,