as of Sophocles,

τυφλὸς τά τ’ ὦτα τόν τε νοῦν τά τ’ ὄμματ’ εἶ,

lose a good deal of their effect if the t’s are muffled behind the gums instead of being hurled out from the rampart of the teeth,” J. P. Postgate How to pronounce Latin p. 11.


ἀπορριπιζομένης καὶ τὴν διέξοδον αὐτῷ κάτω περὶ τοὺς
ὀδόντας ἀποδιδούσης· διαλλάττει δὲ ταῦτα δασύτητι καὶ
ψιλότητι· ψιλὸν μὲν γὰρ αὐτῶν ἐστι τὸ τ̄, δασὺ δὲ τὸ θ̄,
μέσον δὲ καὶ ἐπίκοινον τὸ δ̄. αὕτη δευτέρα συζυγία τριῶν
γραμμάτων ἀφώνων. τρία δὲ τὰ λοιπὰ τῶν ἀφώνων λέγεται 5
μὲν τῆς γλώττης ἀνισταμένης πρὸς τὸν οὐρανὸν ἐγγὺς τοῦ
φάρυγγος καὶ τῆς ἀρτηρίας ὑπηχούσης τῷ πνεύματι, οὐδὲν
οὐδὲ ταῦτα διαφέροντα τῷ σχήματι ἀλλήλων, πλὴν ὅτι τὸ
μὲν κ̄ ψιλῶς λέγεται, τὸ δὲ χ̄ δασέως, τὸ δὲ γ̄ μετρίως καὶ
μεταξὺ ἀμφοῖν. τούτων κράτιστα μέν ἐστιν ὅσα τῷ πνεύματι 10
πολλῷ λέγεται, δεύτερα δὲ ὅσα μέσῳ, κάκιστα δὲ ὅσα ψιλῷ·
ταῦτα μὲν γὰρ τὴν αὑτῶν δύναμιν ἔχει μόνην, τὰ δὲ δασέα
καὶ τὴν τοῦ πνεύματος προσθήκην, ὥστ’ ἐγγύς που τελειότερα
εἶναι ἐκείνων.

XV

ἐκ δὴ τῶν γραμμάτων τοσούτων τε ὄντων καὶ δυνάμεις 15
τοιαύτας ἐχόντων αἱ καλούμεναι γίνονται συλλαβαί. τούτων
δὲ εἰσὶ μακραὶ μὲν ὅσαι συνεστήκασιν ἐκ τῶν φωνηέντων
τῶν μακρῶν ἢ τῶν διχρόνων ὅταν μακρῶς ἐκφέρηται, καὶ
ὅσαι λήγουσιν εἰς μακρὸν ἢ μακρῶς λεγόμενον γράμμα ἢ εἴς
τι τῶν ἡμιφώνων τε καὶ ἀφώνων· βραχεῖαι δὲ ὅσαι συνεστήκασιν 20
ἐκ βραχέος φωνήεντος ἢ βραχέως λαμβανομένου,
καὶ ὅσαι λήγουσιν εἰς ταῦτα. μήκους δὲ καὶ βραχύτητος

[151]

back by the breath, and affording it an outlet downwards round the teeth. These differ in roughness and smoothness, τ being the smoothest of them, θ the roughest, and δ medial or common. This is the second set of three mutes. The three remaining mutes are spoken with the tongue rising to the palate near the throat, and the windpipe echoing to the breath. These, again, differ in no way from one another as regards formation; but κ is pronounced smoothly, χ roughly, γ moderately and between the two. Of these the best are those which are uttered with a full breath; next those with moderate breath; worst those with smooth breath, since they have their own force alone, while the rough letters have the breath also added, so that they are somewhere nearer perfection than the others.