23. Aristotle (Poetics c. 22) points out that it would be disastrous to substitute the trivial κράζουσιν for βοόωσιν in this passage.—With regard to the sound of the line cp. schol. on Il. xvii. 265 καὶ ἔστιν ἰδεῖν κῦμα μέγα θαλάσσης ἐπιφερόμενον ποταμοῦ ῥεύματι καὶ τῷ ἀνακόπτεσθαι βρυχώμενον, καὶ τὰς ἑκατέρωθεν τοῦ ποταμοῦ θαλασσίας ἠϊόνας ἠχούσας, ὃ ἐμιμήσατο διὰ τῆς ἐπεκτάσεως τοῦ βοόωσιν. αὕτη ἡ εἰκὼν Πλάτωνος ἔκαυσε τὰ ποιήματα· οὕτως ἐναργέστερον τοῦ ὁρωμένου τὸ ἀκουόμενον παρέστησεν ... τῆς γὰρ ἐπαλλήλου τῶν ὑδάτων ἐκβολῆς ἡ τοῦ “βοόωσιν” ἀναδίπλωσις ὁμοίαν ἀπετέλεσε συνῳδίαν.


ἐπὶ δὲ τοῦ τετυφλωμένου Κύκλωπος τό τε τῆς ἀλγηδόνος
μέγεθος καὶ τὴν διὰ τῶν χειρῶν βραδεῖαν ἔρευναν τῆς τοῦ
σπηλαίου θύρας

Κύκλωψ δὲ στενάχων τε καὶ ὠδίνων ὀδύνῃσιν,
χερσὶ ψηλαφόων· 5

καὶ ἄλλοθί που δέησιν ἐνδείξασθαι βουλόμενος πολλὴν καὶ
κατεσπουδασμένην

οὐδ’ εἴ κεν μάλα πολλὰ πάθῃ ἑκάεργος Ἀπόλλων,
προπροκυλινδόμενος πατρὸς Διὸς αἰγιόχοιο.

μυρία ἔστιν εὑρεῖν παρ’ αὐτῷ τοιαῦτα, χρόνου μῆκος ἢ 10
σώματος μέγεθος ἢ πάθους ὑπερβολὴν ἢ στάσεως ἠρεμίαν ἢ
τῶν παραπλησίων τι δηλοῦντα παρ’ οὐδὲν οὕτως ἕτερον ἢ τὰς
τῶν συλλαβῶν κατασκευάς· καὶ ἄλλα τούτοις ἐναντίως εἰργασμένα
εἰς βραχύτητα καὶ τάχος καὶ σπουδὴν καὶ τὰ τούτοις
ὁμοιογενῆ, ὡς ἔχει ταυτί 15

ἀμβλήδην γοόωσα μετὰ δμωῇσιν ἔειπεν

καὶ