εἶναί φασι τῆς τελείας, οὐκ ἔχοντες δ’ εἰπεῖν ὅσῳ, καλοῦσιν
αὐτὴν ἄλογον. ἕτερός ἐστιν ἀντίστροφον ἔχων τούτῳ ῥυθμόν,
ὃς ἀπὸ τῶν βραχειῶν ἀρξάμενος ἐπὶ τὴν ἄλογον τελευτᾷ·
τοῦτον χωρίσαντες ἀπὸ τῶν ἀναπαίστων κυκλικὸν καλοῦσι
παράδειγμα αὐτοῦ φέροντες τοιόνδε 5
κέχυται πόλις ὑψίπυλος κατὰ γᾶν.
περὶ ὧν ἂν ἕτερος εἴη λόγος· πλὴν ἀμφότεροί γε τῶν πάνυ
καλῶν οἱ ῥυθμοί. ἓν ἔτι λείπεται τρισυλλάβων ῥυθμῶν γένος,
ὃ συνέστηκεν ἐκ δύο μακρῶν καὶ βραχείας, τρία δὲ ποιεῖ
σχήματα· μέσης μὲν γὰρ γινομένης τῆς βραχείας, ἄκρων δὲ 10
τῶν μακρῶν κρητικός τε λέγεται καὶ ἔστιν οὐκ ἀγεννής.
ὑπόδειγμα δὲ αὐτοῦ τοιοῦτον
οἱ δ’ ἐπείγοντο πλωταῖς ἀπήναισι χαλκεμβόλοις.
ἂν δὲ τὴν ἀρχὴν αἱ δύο μακραὶ κατάσχωσιν, τὴν δὲ τελευτὴν
ἡ βραχεῖα, οἷά ἐστι ταυτί 15
σοὶ Φοῖβε Μοῦσαί τε σύμβωμοι,
ἀνδρῶδες πάνυ ἐστὶ τὸ σχῆμα καὶ εἰς σεμνολογίαν ἐπιτήδειον.
τὸ δ’ αὐτὸ συμβήσεται κἂν ἡ βραχεῖα πρώτη τεθῇ τῶν
μακρῶν· καὶ γὰρ οὗτος ὁ ῥυθμὸς ἀξίωμα ἔχει καὶ μέγεθος·
παράδειγμα δὲ αὐτοῦ τόδε 20
τίν’ ἀκτάν, τίν’ ὕλαν δράμω; ποῖ πορευθῶ;
τούτοις ἀμφοτέροις ὀνόματα κεῖται τοῖς ποσὶν ὑπὸ τῶν μετρικῶν
βακχεῖος μὲν τῷ προτέρῳ, θατέρῳ δὲ ὑποβάκχειος. οὗτοι
δώδεκα ῥυθμοί τε καὶ πόδες εἰσὶν οἱ πρῶτοι καταμετροῦντες