(5) οἱ μὲν κατάπτυστοι Θετταλοὶ καὶ ἀναίσθητοι Θηβαῖοι φίλον, εὐεργέτην, σωτῆρα τὸν Φίλιππον ἡγοῦντο· πάντ’ ἐκεῖνος ἦν αὐτοῖς· οὐδὲ φωνὴν ἤκουον εἴ τις ἄλλο τι βούλοιτο λέγειν.

id. ib. § 43.

(6) οὓς σὺ ζῶντας μέν, ὦ κίναδος, κολακεύων παρηκολούθεις, τεθνεώτων δ’ οὐκ αἰσθάνει κατηγορῶν.

id. ib. § 162.

(7) καὶ τότ’ εὐθὺς ἐμοῦ διαμαρτυρομένου καὶ βοῶντος ἐν τῇ ἐκκλησίᾳ “πόλεμον εἰς τὴν Ἀττικὴν εἰσάγεις, Αἰσχίνη, πόλεμον Ἀμφικτυονικόν, κτλ.”

id. ib. § 143.

(8) ὃς γὰρ ἐμοῦ φιλιππισμόν, ὦ γῆ καὶ θεοί, κατηγορεῖ, τί οὗτος οὐκ ἂν εἴποι;

id. ib. § 294.

(9) ἀλλ’ οἶμαι οὐ δυνάμεθα· ἐλεεῖσθαι οὖν ἡμᾶς πολὺ μᾶλλον εἰκός ἐστίν που ὑπὸ ὑμῶν τῶν δεινῶν ἢ χαλεπαίνεσθαι.

Plato Republic i. 336 E.