(10) μηδ’ εἵμασι στρώσασ’ ἐπίφθονον πόρον
τίθει· θεούς τοι τοῖσδε τιμαλφεῖν χρεών.
Aeschylus Agamemnon 921.
It will be seen from some of the above examples that words may have emphasis if, though not actually placed at the very beginning of a sentence or a clause, they come as early as they well can. The three following passages will further illustrate this point:—
(1) καὶ ἐς Νικίαν τὸν Νικηράτου στρατηγὸν ὄντα ἀπεσήμαινεν, ἐχθρὸς ὢν καὶ ἐπιτιμῶν, ῥᾴδιον εἶναι παρασκευῇ, εἰ ἄνδρες εἶεν οἱ στρατηγοί, πλεύσαντας λαβεῖν τοὺς ἐν τῇ νήσῳ, καὶ αὐτός γ’ ἄν, εἰ ἦρχε, ποιῆσαι τοῦτο.
Thucydides iv. 27.
(2) ὅ τι μὲν ὑμεῖς, ὦ ἄνδρες Ἀθηναῖοι, πεπόνθατε ὑπὸ τῶν ἐμῶν κατηγόρων, οὐκ οἶδα· ἐγὼ δ’ οὖν καὶ αὐτὸς ὑπ’ αὐτῶν ὀλίγου ἐμαυτοῦ ἐπελαθόμην· οὕτω πιθανῶς ἔλεγον. καίτοι ἀληθές γε, ὡς ἔπος εἰπεῖν, οὐδὲν εἰρήκασιν.
Plato Apology init.
(3) ἀλλὰ μὴν τὸν τότε συμβάντα ἐν τῇ πόλει θόρυβον ἴστε μὲν ἅπαντες, μικρὰ δ’ ἀκούσατε ὅμως, αὐτὰ τἀναγκαιότατα ... οἱ δὲ τοὺς στρατηγοὺς μετεπέμποντο καὶ τὸν σαλπιγκτὴν ἐκάλουν, καὶ θορύβου πλήρης ἦν ἡ πόλις.
Demosthenes de Corona §§ 168, 169.