27. τοιαύτη: i.e. εὔρυθμος, the subject to γένοιτο being ἡ πολιτικὴ λέξις. The τίσ of P may be due to a dittography of the first syllable of τοιαύτη: or it may originally have stood with τοιαύτη (τοιαύτη τις = talis fere).


ὀνομάζει ῥυθμοὺς καὶ πῇ χρήσιμος ἕκαστος αὐτῶν καταφαίνεται,
καὶ λέξεις παρατίθησί τινας αἷς πειρᾶται βεβαιοῦν
τὸν λόγον. χωρὶς δὲ τῆς Ἀριστοτέλους μαρτυρίας, ὅτι ἀναγκαῖόν
ἐστιν ἐμπεριλαμβάνεσθαί τινας τῇ πεζῇ λέξει ῥυθμούς,
εἰ μέλλοι τὸ ποιητικὸν ἐπανθήσειν αὐτῇ κάλλος, ἐκ τῆς πείρας 5
τις αὐτῆς γνώσεται.
αὐτίκα ὁ κατὰ Ἀριστοκράτους λόγος οὗ καὶ μικρῷ πρότερον
ἐμνήσθην ἄρχεται μὲν ἀπὸ κωμικοῦ στίχου τετραμέτρου δι’
ἀναπαίστων τῶν ῥυθμῶν ἐγκειμένου, λείπεται δὲ ποδὶ τοῦ
τελείου, παρ’ ὃ καὶ λέληθεν· “μηδεὶς ὑμῶν, ὦ ἄνδρες 10
Ἀθηναῖοι, νομίσῃ με
”· τοῦτο γὰρ εἰ προσλάβοι τὸ μέτρον
πόδα ἤτοι κατ’ ἀρχὰς ἢ διὰ μέσου ἢ ἐπὶ τελευτῆς, τέλειον
ἔσται τετράμετρον ἀναπαιστικόν, ὃ καλοῦσίν τινες Ἀριστοφάνειον·

μηδεὶς ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, νομίσῃ με παρεῖναι, 15

ἴσον δὲ τῷ

λέξω τοίνυν τὴν ἀρχαίαν παιδείαν ὡς διέκειτο.

τάχα τις ἐρεῖ πρὸς ταῦτα, ὅτι οὐκ ἐξ ἐπιτηδεύσεως τοῦτο
ἀλλ’ ἐκ ταὐτομάτου ἐγένετο· πολλὰ γὰρ αὐτοσχεδιάζει μέτρα
ἡ φύσις. ἔστω τοῦτο ἀληθὲς εἶναι. ἀλλὰ καὶ τὸ συναπτόμενον 20
τούτῳ κῶλον, εἰ διαλύσειέ τις αὐτοῦ τὴν δευτέραν
συναλοιφὴν ἣ πεποίηκεν αὐτὸ ἄσημον ἐπισυνάπτουσα τῷ
τρίτῳ κώλῳ, πεντάμετρον ἐλεγειακὸν ἔσται συντετελεσμένον
τουτί

μήτ’ ἰδίας ἔχθρας μηδεμιᾶς ἕνεκα

ὅμοιον τούτοις