καὶ τοῦτ’ ἔτι κατὰ τὸν αὐτὸν ὑπολάβωμεν αὐτοματισμὸν ἄνευ
γνώμης γεγονέναι. ἀλλ’ ἑνὸς τοῦ μεταξὺ κώλου συγκειμένου
λεκτικῶς τοῦ “ἥκειν Ἀριστοκράτους κατηγορήσοντα
τουτουί
” τὸ συμπλεκόμενον τούτῳ πάλιν κῶλον ἐκ δυεῖν συνέστηκεν
μέτρων· “μήτε μικρὸν ὁρῶντά τι καὶ φαῦλον 5
ἁμάρτημα, ἑτοίμως οὕτως ἐπὶ τούτῳ
”· εἰ γὰρ τὸ
Σαπφικόν τις ἐπιθαλάμιον τουτί

οὐ γὰρ ἦν ἀτέρα πάϊς, ὦ γαμβρέ, τοιαύτα ‹ποτα›

καὶ τοῦ κωμικοῦ τετραμέτρου, λεγομένου δὲ Ἀριστοφανείου
τουδί 10

ὅτ’ ἐγὼ τὰ δίκαια λέγων ἦνθουν καὶ σωφροσύνη ’νενόμιστο

τοὺς τελευταίους πόδας τρεῖς καὶ τὴν κατάληξιν ἐκλαβὼν
συνάψειε τοῦτον τὸν τρόπον

οὐ γὰρ ἦν ἀτέρα πάϊς, ὦ γαμβρέ, τοιαύτα ‹ποτα› καὶ 15
σωφροσύνη ’νενόμιστο·

οὐδὲν διοίσει τοῦ “μήτε μικρὸν ὁρῶντά τι καὶ φαῦλον
ἁμάρτημα, ἑτοίμως οὕτως ἐπὶ τούτῳ
.” τὸ δ’ ἀκόλουθον
ἴσον ἐστὶν ἰαμβικῷ τριμέτρῳ τὸν ἔσχατον ἀφῃρημένῳ πόδα
προάγειν ἐμαυτὸν εἰς ἀπέχθειαν”· τέλειον γὰρ ἔσται 20
πόδα προσλαβὸν καὶ γενόμενον τοιοῦτο

προάγειν ἐμαυτὸν εἰς ἀπέχθειάν τινα.