τὰ δὲ τῷ μοχθηρῷ πονηρά, οὐδὲν ὑπὸ τῆς τοῦ λόγου ὁμοειδείας
ταραττόμενος. κωλύσει γὰρ οὐδὲν ἡ τῆς ὀνομασίας ὁμοιότης
κατὰ διαφόρων ταττομένης πραγμάτων τὴν ἑκατέρου φύσιν
ὁρᾶν.
εἰρηκὼς δὴ καὶ περὶ τούτων, παραδείγματά σοι τῶν 5
εἰρημένων ὀλίγα θεὶς αὐτοῦ κατακλείσω τὸν λόγον. ἐκ μὲν
οὖν τῆς ἐπικῆς ποιήσεως ταῦτα ἀπόχρη·

αὐτὰρ ὅ γ’ ἐκ λιμένος προσέβη τρηχεῖαν ἀταρπόν·

ἓν μὲν δὴ τοῦτο κῶλον. ἕτερον δὲ

χῶρον ἀν’ ὑλήεντα 10

ἔλαττόν τε τοῦ προτέρου καὶ δίχα τέμνον τὸν στίχον. τρίτον
δὲ τουτί

δι’ ἄκριας

ἔλαττον κώλου κομμάτιον. τέταρτον δὲ

ᾗ οἱ Ἀθήνη 15
πέφραδε δῖον ὑφορβόν

ἐξ ἡμιστιχίων δύο συγκείμενον καὶ τοῖς προτέροις οὐδὲν
ἐοικός. ἔπειτα τὸ τελευταῖον