ἄνισον καὶ τοῦτο τῷ πρότερῳ. κἄπειτα ὁ ἑξῆς νοῦς ἀπερίοδος
ἐν κώλοις τε καὶ κόμμασι λεγόμενος· ἐπιθεὶς γὰρ

περισκέπτῳ ἐνὶ χώρῳ,

πάλιν ἐποίσει

καλή τε μεγάλη τε 5

βραχύτερον κώλου κομμάτιον, εἶτα

περίδρομος

ὄνομα καθ’ ἑαυτὸ νοῦν τινα ἔχον. εἶθ’ ἑξῆς τὰ ἄλλα τὸν
αὐτὸν κατασκευάσει τρόπον· τί γὰρ δεῖ μηκύνειν;
ἐκ δὲ τῆς ποιήσεως τῆς ἰαμβικῆς τὰ παρ’ Εὐριπίδου 10
ταυτί

Ὦ γαῖα πατρὶς ἣν Πέλοψ ὁρίζεται,
χαῖρ’,

τὸ πρῶτον ἄχρι τούτου κῶλον.

ὅς τε πέτραν Ἀρκάδων δυσχείμερον 15
‹Πὰν› ἐμβατεύεις