Some miscellaneous examples of words coming emphatically at the end of a clause or sentence are:—

(1) αἰτοῦμαι δ’ ὑμᾶς δοῦναι καὶ νῦν παισὶ μὲν καὶ γυναικὶ καὶ φίλοις καὶ πατρίδι εὐδαιμονίαν, ἐμοὶ δὲ οἷόν περ αἰῶνα δεδώκατε τοιαύτην καὶ τελευτὴν δοῦναι.

Xenophon Cyropaedia viii. 7.

(2) ἀλλὰ καὶ τούτους κολυμβηταὶ δυόμενοι ἐξέπριον μισθοῦ.[25]

Thucydides vii. 25.

(3) ὑψοῦ δὲ θάσσων ὑψόθεν χαμαιπετὴς
πίπτει πρὸς οὖδας μυρίοις οἰμώγμασι
Πενθεύς.[26]

Euripides Bacchae 1111.

(4) ἴστε γὰρ δήπου τοῦθ’ ὅτι πάντες οἱ ξεναγοῦντες οὗτοι πόλεις καταλαμβάνοντες Ἑλληνίδας ἄρχειν ζητοῦσιν, καὶ πάντων, ὅσοι περ νόμοις οἰκεῖν βούλονται τὴν αὑτῶν ὄντες ἐλεύθεροι, κοινοὶ περιέρχονται κατὰ πᾶσαν χώραν, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἐχθροί.

Demosthenes Aristocrates § 139.