4. φιλοχωρεῖν and χωροφιλεῖν: see Glossary, under φιλοχωρεῖν.
5. Cp. Demosth. περὶ τῶν Συμμοριῶν § 2, πᾶς ὁ παρὼν φόβος λελύσεται.
9. ἥδε = ‘the foregoing,’ cp. n. on ταῦτα p. [106] supra.
10. ὥσπερ καὶ κατ’ ἀρχὰς ἔφην: [72] 9, [104] 9. The reading ἔφην (rather than ἔφαμεν) accords best with Dionysius’ usage.
23. Cp. Cic. Orat. cc. 63, 66 for similar Latin instances of the effect of a change in word-order.—The complete sentence in Thucyd. iii. 57 runs: καὶ οὔτε τῶν τότε ξυμμάχων ὠφελεῖ οὐδείς, ὑμεῖς τε, ὦ Λακεδαιμόνιοι, ἡ μόνη ἐλπίς, δέδιμεν μὴ οὐ βέβαιοι ἦτε.
ἡ μόνη ἐλπίς, δέδιμεν μὴ οὐ βέβαιοι ἦτε.” φέρε δή τις
λύσας τὴν συζυγίαν ταύτην μεθαρμοσάτω τὰ κῶλα οὕτως·
“ὑμεῖς τε, ὦ Λακεδαιμόνιοι, δέδιμεν μὴ οὐ βέβαιοι ἦτε, ἡ
μόνη ἐλπίς.” ἆρ’ ἔτι μένει τοῦτον τὸν τρόπον ἡρμοσμένων τῶν
κώλων ἡ αὐτὴ χάρις ἢ τὸ αὐτὸ πάθος; οὐδεὶς ἂν εἴποι. τί 5
δ’ εἰ τὴν Δημοσθένους λέξιν ταύτην “τὸ λαβεῖν οὖν τὰ
διδόμενα ὁμολογῶν ἔννομον εἶναι, τὸ χάριν τούτων ἀποδοῦναι
παρανόμων γράφῃ” λύσας τις καὶ μεταθεὶς τὰ κῶλα τουτονὶ
τὸν τρόπον ἐξενέγκαι· “ὁμολογῶν οὖν ἔννομον εἶναι τὸ λαβεῖν
τὰ διδόμενα, παρανόμων γράφῃ τὸ τούτων χάριν ἀποδοῦναι,” 10
ἆρ’ ὁμοίως ἔσται δικανικὴ καὶ στρογγύλη; ἐγὼ μὲν οὐκ
οἴομαι.
VIII
ἡ μὲν δὴ περὶ τὴν ἁρμογὴν τῶν κώλων θεωρία τοιαύτη,
ἡ δὲ περὶ τὸν σχηματισμὸν ποδαπή; οὐκ ἔστιν εἷς τρόπος
τῆς ἐκφορᾶς ἁπάντων τῶν νοημάτων, ἀλλὰ τὰ μὲν ὡς 15
ἀποφαινόμενοι λέγομεν, τὰ δ’ ὡς πυνθανόμενοι, τὰ δ’ ὡς
εὐχόμενοι, τὰ δ’ ὡς ἐπιτάττοντες, τὰ δ’ ὡς διαποροῦντες, τὰ
δ’ ὡς ὑποτιθέμενοι, τὰ δὲ ἄλλως πως σχηματίζοντες, οἷς
ἀκολούθως καὶ τὴν λέξιν πειρώμεθα σχηματίζειν. πολλοὶ δὲ
δήπου σχηματισμοὶ καὶ τῆς λέξεώς εἰσιν ὥσπερ καὶ τῆς 20
διανοίας, οὓς οὐχ οἷόν τε κεφαλαιωδῶς περιλαβεῖν, ἴσως δὲ
καὶ ἄπειροι· περὶ ὧν καὶ πολὺς ὁ λόγος καὶ βαθεῖα ἡ θεωρία.
οὐ δὴ τὸ αὐτὸ δύναται ποιεῖν τὸ αὐτὸ κῶλον οὕτω σχηματισθὲν