ἀμφί πυρί στῆσαι τρίποδα μέγαν ὄφρα τάχιστα
Πάτροκλον λούσειαν ἄπο βρότον αἱματόεντα.
οἱ δὲ λοετροχόον τρίποδ' ἵστασαν ἐν πυρὶ κηλέῳ,
ἐν δ' ἄρ' ὔδωρ ἐχέαν, ὑπὸ δὲ ξύλα δαῖον ἑλόντες·
γάστρην μὲν τρίποδος πῦρ ἄμφεπε, θέρμετο δ' ὔδωρ
αὖτὰρ ἐπεὶ δὴ ζέσσεν ὕδωρ ἐνὶ ἤνοπι χαλκῷ,
cf. Od. viii. 434-437, ὄφρα τάχιστα becomes ὄττι τάχιστα.
Il. XVIII. 345 is omitted. In the following line οί becomes αί, and in the one after this ἑλόντες becomes ἑλοῦσαι·
The last line of the Iliadic passage is not given in Od. viii, but appears without alteration in Od. x. 360.
Il. XVIII. 363, ὅς περ θνητός τ' ἐστὶ καὶ οὐ τόσα μήδεα οἶδεν. This line occurs Od. xx. 46.
Il. XVIII. 385-387,
τίπτε Θέτι τανύπεπλε, ἱκάνεις ἡμέτερoν δῶ
αἰδοίη τε φίλη τε; πάρος γε μὲν οὔ τι θαμίζεις.
ἀλλ' ἕπεο προτέρω ἵνα τοι πὰρ ξείνια θείω·
Il. XVIII. 424-427,
τίπτε Θέτι τανύπεπλε, ἱκάνεις ἡμέτερὸν δῶ
αἰδοίη τε φίλη τε; πάρος γε μὲν οὔ τι θαμίζεις·
αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν
εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.