Ἀρξάμενος δ’ ἀπὸ πρώτου ἐπέξιθι· καὶ μετέπειτα
Δεινὰ μὲν ἐκπρήξας ἐπιπλήσσεο· χρηστὰ δὲ, τέρπου.
Ταῦτα πόνει· ταῦτ’ ἐκμελέτα· τούτων χρὴ ἐρᾷν σε.
Ταῦτά σε τῆς θείης ἀρετῆς εἰς ἴχνια θήσει.
Ναὶ μὰ τὸν ἡμετέρᾳ ψυχᾷ παραδόντα τετρακτὺν,
Παγὰν ἀενάου φύσεως. Ἀλλ’ ἔρχευ ἐπ’ ἔργον
Θεοῖσιν ἐπευξάμενος τελέσαι. Τούτων δὲ κρατήσας,
Γνώση ἀθανάτων τε θεῶν, θνητῶν τ’ ἀνθρώπων
Σύστασιν, ᾗ τε ἕκαστα διέρχεται, ᾗ τε κρατεῖται.
Γνώσῃ δ’, ἣ θέμις ἐστὶ, φύσιν περὶ παντὸς ὁμοίην