σκοπῶ,” ὑφ’ οὗ δὴ τὸ μέτρον ἐπισκοτούμενον ἠφάνισται. τὸ
δ’ ἐπὶ τούτῳ παραλαμβανόμενον κῶλον ἐξ ἀναπαίστων σύγκειται
ῥυθμῶν καὶ προάγει μέχρι ποδῶν ὀκτὼ τὸ αὐτὸ σχῆμα
διασῷζον
περὶ τοῦ Χερόνησον ἔχειν ἀσφαλῶς ὑμᾶς καὶ μὴ παρακρουσθέντας, 5
ὁμοίον τῷ παρ’ Εὐριπίδῃ τῷδε
βασιλεῦ χώρας τῆς πολυβώλου
Κισσεῦ, πεδίον πυρὶ μαρμαίρει.
καὶ τὸ μετὰ τοῦτο πάλιν κείμενον τοῦ αὐτοῦ κώλου μέρος 10
τουτί “ἀποστερηθῆναι πάλιν αὐτῆς” ἰαμβικὸν τρίμετρόν
ἐστι ποδὶ καὶ ἡμίσει λειπόμενον· ἐγένετο δ’ ἂν τέλειον οὕτως
ἀποστερηθῆναι πάλιν αὐτῆς ἐν μέρει.
ταῦτ’ ἔτι φῶμεν αὐτοσχέδια εἶναι καὶ ἀνεπιτήδευτα, οὕτω
ποικίλα καὶ πολλὰ ὄντα; ἐγὼ μὲν οὐκ ἀξιῶ· καὶ γὰρ τὰ 15
ἑξῆς τούτοις ὅμοια εὑρεῖν ἔστι, πολλῶν καὶ παντοδαπῶν
ἀνάμεστα μέτρων τε καὶ ῥυθμῶν.
ἀλλ’ ἵνα μὴ τοῦτον ὑπολάβῃ τις μόνον οὕτως αὐτῷ
κατεσκευάσθαι τὸν λόγον, ἑτέρου πάλιν ἅψομαι τοῦ πάνυ
ἡρμηνεῦσθαι δαιμονίως δοκοῦντος, τοῦ ὑπὲρ Κτησιφῶντος, ὃν 20
ἐγὼ κράτιστον ἀποφαίνομαι πάντων λόγων· ὁρῶ δὴ κἀν
τούτῳ μετὰ τὴν προσαγόρευσιν τῶν Ἀθηναίων εὐθέως τὸν
κρητικὸν ῥυθμόν, εἴτε ἄρα παιᾶνά τις αὐτὸν βούλεται καλεῖν
(διοίσει γὰρ οὐδέν), τὸν ἐκ πέντε συγκείμενον χρόνων, οὐκ
αὐτοσχεδίως μὰ Δία ἀλλ’ ὡς οἷόν τε μάλιστα ἐπιτετηδευμένως 25
δι’ ὅλου τοῦ κώλου πλεκόμενον τούτου
τοῖς θεοῖς εὔχομαι πᾶσι καὶ πάσαις.